ὅτι Σικελοὶ καὶ τέως ἀγανακτοῦντες ἐπὶ τῇ ὠμότητι Μαρκέλλου τοῦ στρατηγοῦ, μᾶλλόν τι καὶ τῷδε τῷ ἔργῳ συνεταράσσοντο, ἐφʼ ᾧ κατὰ προδοσίαν ἐς Συρακούσας ἐσῆλθεν. καὶ πρὸς Ἱπποκράτη μετετίθεντο, καὶ συνώμνυντο μὴ διαλύσασθαι χωρὶς ἀλλήλων, ἀγοράν τε αὐτῷ καὶ στρατιὰν ἔπεμπον, ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους. ϝαλ. ιβ. ὅτι διαβεβλημένῳ τῷ Μαρκέλλῳ οὐκ ἐπίστευον χωρὶς ὅρκων. διὸ καὶ Ταυρομενίων προσχωρούντων οἱ, συνέθετο καὶ ὤμοσε μήτε φρουρήσειν τὴν πόλιν μήτε στρατολογήσειν ἀπʼ αὐτῆς. ιδ. ιβ.