ὅτι Ἀριόουιστος, Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον, ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει φίλοις οὖσι Ῥωμαίων. τότε μὲν δή, τοῖς Ῥωμαίοις κελεύουσι πεισθείς, ἀνέζευζεν ἀπὸ τῶν Αἰδούων, καὶ φίλος ἠξίωσε Ῥωμαίοις γενέσθαι. καὶ ἐγένετο, ὑπατεύοντος αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου. ιδ. π. 353. ὅτι Ἀριόουιστος ὁ Γερμανῶν βασιλεύς, φίλος γενόμενος Ῥωμαίων, ἐς λόγους ἦλθε τῷ Καίσαρι, καὶ διαχωρισθέντων ἀπʼ ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν. τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις. καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπʼ αὐτὸν μετʼ ἀπειλῆς. δέος δʼ ἐμπίπτει τῷ στρατῷ κατὰ κλέος τῶν Γερμανῶν. ιδ. ιβ. ὅτι Οὐσιπέται, ἔθνος Γερμανικόν, καὶ Ταγχρέαι δοκοῦσι πρότεροι σφετέροις ἱππεῦσιν ὀκτακοσίοις τρέψασθαι τῶν Καίσαρος ἱππέων ἐς πεντακισχιλίους, ὁ δὲ Καῖσαρ αὐτοῖς πρεσβευομένοις ἐς αὐτὸν ἐπιθέσθαι, τοὺς πρέσβεις κατασχών, καὶ τὸ πάθος ἐκείνοις ἐς τέλος αἰφνίδιον οὕτω συνενεχθῆναι ὡς τεσσαράκοντα μυριάδας τούτων συγκοπῆναι. Κάτωνά τε ἐν Ῥώμῃ τῶν τις συγγραφέων φησὶ γνώμην ἐσενεγκεῖν, ἐκδοῦναι τοῖς βαρβάροις τὸν Καίσαρα ὡς ἐναγὲς ἔργον ἐς διαπρεσβευσαμένους ἐργασάμενον. ὁ δὲ Καῖσαρ ἐν ταῖς ἰδίαις ἀναγραφαῖς τῶν ἐφημέρων ἔργων φησὶ τοὺς Οὐσιπέτας καὶ Ταγχρέας κελευομένους ἐκπηδᾶν ἐς τὰ ἀρχαῖα σφῶν, φάναι πρέσβεις ἐς τοὺς ἐκβαλόντας Σουήβους ἀπεσταλκέναι καὶ τὰς ἀποκρίσεις αὐτῶν ἀναμένειν, καὶ ἐν ταῖσδε ταῖς διαπρεσβεύσεσιν ἐπιθέσθαι τοῖς ὀκτακοσίοις, καὶ παρʼ αὐτὸ τρέψαι τοὺς Ῥωμαίων πεντακισχιλίους. ἐπιπρεσβευομένων δʼ αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν, ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων. ιδ. ιβ. εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον. συιδ. ϝ. παρορκῆσαι . δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. ιδ. ϝ. δείσαντες .