ὅτι τὸν Πύρρον ἤδη μὲν τὰ Ῥωμαίων κατέπλησσεν, ἐτάρασσε δὲ καὶ τὰ ἐν Μολοσσοῖς θορυβούμενα. Ἀγαθοκλῆς τε, ἄρχων Σικελίαν ἄρτι ἐτεθνήκει, οὗ θυγατέρα Λάνασσαν ἔχων ο Πύρρος ἐν ταῖς γυναιξί, τὴν νῆσον οἰκείαν ἀντὶ τῆς Ἰταλίας περιεβλέπετο. ὤκνει δʼ ὅμως ἔτι τοὺς ἐπικαλέσαντας ἄνευ τινὸς εἰρήνης καταλιπεῖν. ἄσμενος οὖν τῆς προφάσεως τῆς περὶ τὸν αὐτόμολον ἐπιβὰς ἐμαρτύρει τοῖς ὑπάτοις, καὶ Κινέαν ἔπεμπεν ἐς Ῥώμην χάριν ὁμολογήσοντα τῆς σωτηρίας τοῦ βασιλέως, καὶ τοὺς αἰχμαλώτους ἀμοιβὴν ἄγοντα, εἰρήνην τε ὅτῃ δύναιτο πράξοντα. δῶρα δʼ ὁ Κινέας ἔφερε πολλὰ μὲν ἀνδράσι πολλὰ δὲ γυναιξί, φιλοχρήματον καὶ φιλόδωρον εἶναι τὴν πόλιν πυθόμενος, καὶ τὰς γυναῖκας ἰσχύειν παρὰ Ῥωμαίοις ἐκ παλαιοῦ. οἱ δὲ περὶ μὲν τῶν δώρων ἐνεκελεύσαντο ἀλλήλοις· καί φασιν οὐδένα λαβεῖν οὐδέν, οὔτε ἄνδρα οὔτε γυναῖκα. ἀπεκρίναντο δʼ αὐτῷ, καθὰ καὶ πρότερον, ἀπελθόντα Πύρρον ἐξ Ἰταλίας πρεσβεύειν πρὸς αὐτοὺς ἄνευ δώρων· ἀπορήσειν γὰρ οὐδενὸς τῶν δικαίων. τοὺς δὲ πρέσβεις καὶ αὐτοὶ πολυτελῶς ἐξένιζον, καὶ Πύρρῳ τοὺς Ταραντίνων καὶ τῶν ἄλλων αὐτοῦ συμμάχων αἰχμαλώτους ἀντέπεμπον. ὁ μὲν δὴ Πύρρος ἐπὶ τούτοις ἐς Σικελίαν διέπλει μετά τε τῶν ἐλεφάντων καὶ ὀκτακισχιλίων ἱππέων, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς τὴν Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῷ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας. id. p. 348. ὅτι Πύρρος μετὰ τὴν μάχην καὶ τὰς πρὸς Ῥωμαίους συνθήκας ἐς Σικελίαν διέπλει, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας, ἤδη καὶ τοῖς Σικελιώταις βαρὺν ἐπί τε ξενίαις καὶ χορηγίαις καὶ φρουραῖς καὶ ἐσφοραῖς γενόμενον. ὁ μὲν δὴ πλούσιος ἐν τῶνδε γεγονὼς ἐς τὸ Ῥήγιον διέπλει ναυσὶ καταφράκτοις δέκα καὶ ἑκατόν, φορτίσι δὲ καὶ ὁλκάσι πολὺ πλείοσιν· οἱ δὲ Καρχηδόνιοι διαναυμαχήσαντες αὐτῷ κατέδυσαν ναῦς ἑβδομήκοντα, καὶ τὰς λοιπὰς ἄπλους ἐποίησαν, πλὴν δώδεκα μόνων, αἷς ὁ Πύρρος διαφυγὼν ἐτίνυτο Λοκροὺς τοὺς ἐπιζεφυρίους, ὅτι φρουρὰν αὐτοῦ καὶ τὸν φρούραρχον αὐτῆς, ὑβρίσαντας ἐς αὐτούς, ἀνῃρήκεσαν. ὠμῶς δʼ αὐτοὺς καὶ πικρῶς κτείνων τε καὶ συλῶν ὁ Πύρρος οὐδὲ τῶν ἀναθημάτων τῆς Περσεφόνης ἀπέσχετο, ἐπισκώψας τὴν ἄκαιρον θεοσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι πλοῦτον ἄπονον εὐβουλίαν. ἀναχθέντα δʼ αὐτὸν μετὰ τῶν σύλων χειμὼν ὑπέλαβε, καὶ τῶν νεῶν τὰς μὲν κατέδυσε καὶ διέφθειρεν αὐτοῖς ἀνδράσι, τὰς δʼ ἐς τὴν γῆν ἐξέρριψεν. τὰ δὲ ἱερὰ πάντα σῶα ὁ κλύδων ἐς τοὺς Λοκρῶν λιμένας ἐπανήγαγεν, ὥστε καὶ Πύρρον ὀψὲ τῆς ἀσεβείας αἰσθόμενον ἀναθεῖναί τε αὐτὰ ἐς τὸ ἱερὸν τῇ Περσεφόνῃ, καὶ θυσίαις ἱλάσκεσθαι τὴν θεὸν πολλαῖς. τῶν δὲ ἱερῶν οὐκ ἀπαντώντων ἔτι μᾶλλον ἐξεμαίνετο, καὶ τοὺς περὶ τῆς ἱεροσυλίας αὐτῷ συμβουλεύσαντας ἢ λέγοντι συνθεμένους, ἢ διακονησαμένους τὸ ἔργον, ἔκτεινεν. ὁ μὲν δὴ Πύρρος οὕτως ἐπεπράχει κακῶς. Val. p.554.