ὅτι Κελτῶν Σενόνων πολὺ πλῆθος Τυρρηνοῖς συνεμάχουν κατὰ Ῥωμαίων. Ῥωμαῖοι δὲ ἐς τὰς Σενόνων πόλεις ἐπρέσβευον, καὶ ἐνεκάλουν ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούσδε τοὺς πρέσβεις Βριτόμαρις μετὰ τῶν κηρυκείων καὶ τῆς ἱερᾶς στολῆς κατέτεμεν ἐς πολλὰ καὶ διέρριψεν, ἐγκαλῶν ὅτι αὐτοῦ ὁ πατὴρ ἐν Τυρρηνίᾳ πολεμῶν ἀνῄρητο ὑπὸ Ῥωμαίων. Κορνήλιος δὲ ὁ ὕπατος τοῦ μύσους ἐν ὁδῷ πυθόμενος τὰ μὲν Τυρρηνῶν εἴασεν, ἐς δὲ τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν πάντα καθῄρει καὶ ἐνεπίμπρη, καὶ τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἡβῶντας πάντας ἔκτεινε, πλὴν Βριτομάριος, ὃν δεινῶς αἰκισάμενος ἦγεν ἐς τὸν θρίαμβον. οἱ δὲ Σενόνων, ὅσοι ἦσαν ἐν Τυρρηνίᾳ, πυθόμενοι ἀνῃρῆσθαι, Τυρρηνοὺς ἦγον ἐπὶ Ῥώμης. καὶ πολλῶν μεταξὺ γενομένων οἱ Σένονες, οὔτε πατρίδας ἔχοντες ἐς ἃς διαφύγωσιν, ὀργιζόμενοί τε τῶν γεγονότων, ἐνέπιπτον τῷ Δομιτίῳ καὶ διεφθάρησαν πολλοί. τὸ δὲ λοιπὸν σφᾶς αὐτοὺς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἥδε παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν. U. p. 343. ὅτι Κορνήλιος ἐπὶ καταφράκτων δεκα νεῶν ἐθεᾶτο τὴν μεγάλην Ἑλλάδα, καί τις ἐν Τάραντι δημαγωγὸς Φιλόχαρις, αἰσχρῶς τε βεβιωκὼς καὶ παρὰ τοῦτο καλούμενος Θαΐς, παλαιῶν τοὺς Ταραντίνους ἀνεμίμνησκε συνθηκῶν, μὴ πλεῖν Ῥωμαίους πρόσω Λακινίας ἄκρας, παροξύνας τε ἔπεισεν ἐπαναχθῆναι τῷ Κορνηλίῳ. καὶ τέσσαρας μὲν αὐτοῦ ναῦς κατέδυσαν οἱ Ταραντῖνοι, μίαν δὲ ἔλαβον αὐτοῖς ἀνδράσιν. ἔς τε Θουρίους ἐγκλήματα ποιούμενοι ὅτι Ἕλληνες ὄντες ἐπὶ Ῥωμαίους κατέφυγον ἀντὶ σφῶν, καὶ παρελθεῖν αὐτοὺς ἐπέκεινα αἴτιοι μάλιστα ἐγεγένηντο, τοὺς μὲν ἐπιφανεῖς αὐτῶν ἐξέβαλον, τὴν δὲ πόλιν διήρπασαν, καὶ τοὺς Ῥωμαίων φρουροὺς ὑποσπόνδους ἀφῆκαν. Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Ταραντα πέμπουσι, τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δʼ οὓς ἐξέβαλον, εἰς τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, ἢ τὴν ζημίαν τῶν ἀπολομένων, ἀποτῖσαι, σφίσι δʼ ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέλουσιν εἶναι φίλοι. οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον, καὶ ἐπελθόντας ἐχλεύαζον εἴ τι μὴ καλῶς ἑλληνίσειαν· ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ ἐπιπόρφυρον. Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλοσκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε, καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ, καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν. καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον, ἐκπλυνεῖτε, ἔφη, τοῦτο αἵματι πολλῷ, τοιούτοις ἀρεσκόμενοι γέλωσιν. καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις. ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, εἰς δὲ τὴν Ταραντίνων εἰσβάλλειν, καὶ αὐτοὺς ἐφʼ οἷς ἠξίουν οἱ πρέσβεις ἐς διαλλαγὰς προκαλέσασθαι, ἂν δʼ ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος. ὁ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἱ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλʼ ἐγίγνοντο ταῖς γνώμαις ἀγχώμαλοι, μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη, τὸ μὲν ἐκδοῦναί τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους ἐπισφαλές. εἰ δὲ καὶ τῆς ἐλεὺθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολεμήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν, καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου. ὃ καὶ γέγονεν. U. p. 343. Οτι μετὰ τὸ ναυάγιον ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου ἐς τὸν Τάραντα κατήγετο, καὶ οἱ Ταραντῖνοι τότε μάλιστα τοὺς βασιλικοὺς ἐβαρύνοντο, ἐσοικιζομένους τε παρὰ σφᾶς βίᾳ, καὶ φανερῶς ἐνυβρίζοντας ταῖς αὐτῶν γυναιξὶ καὶ παισίν. ὡς δὲ καὶ τὰ συσσίτια σφῶν ὁ Πύρρος καὶ τὰς ἄλλας συνόδους καὶ διατριβὰς ὡς οὐ πρεπούσας πολέμῳ διέλυε, γυμνάσιά τε ἔνοπλα ἔτασσεν αὐτοῖς, καὶ θάνατον τοῖς ἀμελοῦσιν ὥριζε, τότε δὴ καὶ πάμπαν ἀήθεσιν ἔργοις καὶ ἐπιτάγμασι κάμνοντες οἱ Ταραντῖνοι τῆς πόλεως ὡς ἀλλοτρίας ἐς τοὺς ἀγροὺς ἀπεδίδρασκον. καὶ ὁ βασιλεὺς τὰς θύρας ἀπέκλειε, καὶ φρουρὰς ἐφίστη. καὶ οἱ Ταραντῖνοι τῆς ἀβουλίας σφῶν ᾐσθάνοντο σαφῶς. Val. p. 553. ὅτι ὅσοι ἐν Ῥηγίῳ Ῥωμαίων ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῆς πόλεως, μή τι πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, παρέμενον, αὐτοί τε καὶ Δέκιος ὁ ἡγεμὼν αὐτῶν, τοῖς ἀγαθοῖς τῶν Ῥηγίνων φθονήσαντες, καὶ φυλάξαντες αὐτοὺς εὐωχουμένους ἐν ἑορτῇ διέφθειραν, καὶ ταῖς γυναιξὶν ἀκουσίαις συνῆσαν. πρόφασιν δὲ τῆς παρανομίας ἔφερον ὅτι Ῥηγῖνοι τὴν φρουρὰν προεδίδοσαν Πύρρῳ. καὶ Δέκιος μὲν ἀντὶ φρουράρχου τύραννος ἦν, καὶ φιλίαν ἔθετο Μαμερτίνοις τοῖς ἐπὶ τοῦ πορθμοῦ τοῦ Σικελικοῦ κατῳκημένοις, οὐ πρὸ πολλοῦ κἀκείνοις ἐς ἰδίους ξένους ὅμοια δεδρακόσιν. ἀλγήσαντα δʼ αὐτὸν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ἐν Ῥηγίῳ ἰατροῖς ἀπιστοῦντα, μετάπεμπτος ἀπὸ Μεσσήνης ἐθεράπευε Ῥηγῖνος ἀνήρ, μετῳκηκὼς ἐς Μεσσήνην πρὸ πολλοῦ, ὅτι Ῥηγῖνος ἦν ἀγνοούμενος. οὗτος αὐτὸν ἔπεισεν ἐπὶ ἀπαλλαγῇ συντόμῳ φαρμάκων ἀνασχέσθαι θερμῶν, καὶ χρίσας τοῖς κατακαίουσι καὶ δαπανῶσιν ἐκέλευσεν ἀνασχέσθαι τοῦ πόνου μέχρι αὐτὸς ἐπανέλθοι, καὶ λαθὼν ἔπλευσεν ἐς Μεσσήνην. ὁ δʼ ἐς πολὺ τῆς ὀδύνης ἀνασχόμενος ἀπενίψατο, καὶ εὗρε τοὺς ὀφθαλμοὺς δεδαπανημένους. Φαβρίκιος δὲ ὑπὸ Ῥωμαίων ἐπὶ διορθώσει τῶνδε πεμφθεὶς τήν τε πόλιν τοῖς ἔτι Ῥηγίνοις λοιποῖς ἀπεδίδου, καὶ τῶν φρουρῶν τοὺς αἰτίους τῆς ἀποστάσεως ἐς Ῥώμην ἔπεμψεν, οἳ μαστιγωθέντες ἐν ἀγορᾷ μέσῃ τὰς κεφαλὰς ἀπεκόπησαν καὶ ἐξερρίφησαν ἄταφοι. Δέκιος δὲ φυλασσόμενος ἀμελῶς, οἷα πηρός, ἑαυτὸν διεχρήσατο. id. ib. ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥωμαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου, καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλόν, δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν. καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο, μήτʼ ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτʼ ἐπὶ τὸ ἡσσημένον στρατόπεδον· ἐδίδου δʼ αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δʼ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες. καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων. οἱ δʼ ἐνεδοίαζον ἐπὶ πλεῖστον, τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος, ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας, ἠχθόμην, εἶπεν, ὅτι μὴ βλέπω· νῦν δʼ ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθʼ ὁρᾶν μήτʼ ἀκούειν, οἳ διʼ ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι, καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι. τί τοῦτʼ ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι; καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν. ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας, ἐσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν. καὶ ἡ βουλὴ ταῦθʼ ἅπερ καὶ Ἄππιος εἶπεν ἀπεκρίνατο Κινέᾳ. Λαιουίνῳ δʼ ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογράφεσθαι. καὶ ὁ Κινέας ἔτι παρών, καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφάς, λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος. οἱ δὲ οὐ Κινέαν ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος, ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων τῆς προτέρας πλείονα· καὶ γὰρ ὁ ἕτερος ὕπατος τῷ Λαιουίνῳ Κορουγκάνιος ἧκεν ἐκ Τυρρηνίας μεθʼ ἧς εἶχε παρασκευῆς. λέγεται δὲ καὶ τἆλλα περὶ τῆς Ῥώμης πυνθανομένῳ Πύρρῳ Κινέας εἰπεῖν ὅτι πόλις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι, βασιλέων μᾶλλον ἢ στρατηγῶν. Πύρρος δʼ, ὡς οὐδὲν εἰρηναῖόν οἱ παρὰ τῆς βουλῆς ἀπήντησεν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο, πάντα δῃῶν. καὶ φθάνει μὲν ἐς πόλιν Ἀναγνίαν, βαρεῖαν δʼ ἔχων ἤδη τὴν στρατιὰν ὑπὸ λείας καὶ πλήθους αἰχμαλώτων, ἀναθέμενος μάχην ἀνέστρεφεν ἐπὶ Καμπανίας, ἡγουμένων τῶν ἐλεφάντων, καὶ τὴν στρατιὰν ἐς χειμασίαν κατὰ πόλεις διῄρει. Ῥωμαίων δὲ πρέσβεις αὐτὸν ἠξίουν λῦσαι τῇ πόλει τοὺς αἰχμαλώτους, ἢ ἀντιλαβεῖν ὅσους ἔχουσι Ταραντίνων καὶ τῶν ἄλλων συμμάχων αὐτοῦ. ὁ δὲ σπενδομένοις μὲν ἔφη, καθάπερ προεῖπε Κινέας, χαριεῖσθαι τοὺς αἰχμαλώτους, πολεμοῦσι δʼ οὐ δώσειν ἐφʼ ἑαυτὸν ἄνδρας τοιούτους καὶ τοσούτους. ἐξένιζε δʼ αὐτοὺς βασιλικῶς, καὶ τὸν τῆς πρεσβείας ἡγούμενον Φαβρίκιον πυνθανόμενος ἐν τῇ πόλει μέγα δύνασθαι καὶ δεινῶς πένεσθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὐτῷ τὰς διαλύσεις, ὑποστράτηγον καὶ κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον. χρήματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν ὡς δώσοντα τοῖς τὴν εἰρήνην ἐργασαμένοις. ἐπιγελάσας δʼ ὁ Φαβρίκιος περὶ μὲν τῶν κοινῶν οὐδʼ ἀπεκρίνατο, τὴν δʼ ἐμήν, ἔφη, παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ· καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ φόβον. οἱ δὲ οὐχ οὕτω φασὶν αὐτόν, ἀλλʼ ὅτι μου τῆς φύσεως Ἠπειρῶται μεταλαβόντες ἐμὲ σοῦ προθήσουσιν. ὁποτέρως δʼ οὖν ἀπεκρίνατο, θαυμάσας αὐτὸν τοῦ φρονήματος ὁ Πύρρος ἑτέραν ὁδὸν ἐς τὰς διαλλαγὰς ἐπενόει, καὶ τοὺς αἰχμαλώτους ἐς τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφʼ ᾧ, δεχομένης μὲν τῆς πόλεως ἃ ὁ Πύρρος προτείνει, μένειν καὶ τῆς αἰχμαλωσίας ἀπολελύσθαι, μὴ δεχομένης δὲ ἑορτάσαντας ἐπανήκειν ἐς αὐτόν. τούτους ἡ βουλή, πάνυ παρακαλοῦντας καὶ ἐνάγοντας ἐς τὰς διαλύσεις, ἐκέλευσεν ἑορτάσαντας Πύρρῳ παραδοῦναι σφᾶς αὐτοὺς ἐν ἡμέρᾳ ῥητῇ, καὶ θάνατον ἐπέταξε τοῖς ἀπολειφθεῖσι τῆς ἡμέρας. οἱ δὲ καὶ αὐτὴν ἅπαντες ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντως αὖθις ἐδόκει. U. p. 345.