ὅτι ὅσοι ἐν Ῥηγίῳ Ῥωμαίων ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῆς πόλεως, μή τι πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, παρέμενον, αὐτοί τε καὶ Δέκιος ὁ ἡγεμὼν αὐτῶν, τοῖς ἀγαθοῖς τῶν Ῥηγίνων φθονήσαντες, καὶ φυλάξαντες αὐτοὺς εὐωχουμένους ἐν ἑορτῇ διέφθειραν, καὶ ταῖς γυναιξὶν ἀκουσίαις συνῆσαν. πρόφασιν δὲ τῆς παρανομίας ἔφερον ὅτι Ῥηγῖνοι τὴν φρουρὰν προεδίδοσαν Πύρρῳ. καὶ Δέκιος μὲν ἀντὶ φρουράρχου τύραννος ἦν, καὶ φιλίαν ἔθετο Μαμερτίνοις τοῖς ἐπὶ τοῦ πορθμοῦ τοῦ Σικελικοῦ κατῳκημένοις, οὐ πρὸ πολλοῦ κἀκείνοις ἐς ἰδίους ξένους ὅμοια δεδρακόσιν. ἀλγήσαντα δʼ αὐτὸν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ἐν Ῥηγίῳ ἰατροῖς ἀπιστοῦντα, μετάπεμπτος ἀπὸ Μεσσήνης ἐθεράπευε Ῥηγῖνος ἀνήρ, μετῳκηκὼς ἐς Μεσσήνην πρὸ πολλοῦ, ὅτι Ῥηγῖνος ἦν ἀγνοούμενος. οὗτος αὐτὸν ἔπεισεν ἐπὶ ἀπαλλαγῇ συντόμῳ φαρμάκων ἀνασχέσθαι θερμῶν, καὶ χρίσας τοῖς κατακαίουσι καὶ δαπανῶσιν ἐκέλευσεν ἀνασχέσθαι τοῦ πόνου μέχρι αὐτὸς ἐπανέλθοι, καὶ λαθὼν ἔπλευσεν ἐς Μεσσήνην. ὁ δʼ ἐς πολὺ τῆς ὀδύνης ἀνασχόμενος ἀπενίψατο, καὶ εὗρε τοὺς ὀφθαλμοὺς δεδαπανημένους. Φαβρίκιος δὲ ὑπὸ Ῥωμαίων ἐπὶ διορθώσει τῶνδε πεμφθεὶς τήν τε πόλιν τοῖς ἔτι Ῥηγίνοις λοιποῖς ἀπεδίδου, καὶ τῶν φρουρῶν τοὺς αἰτίους τῆς ἀποστάσεως ἐς Ῥώμην ἔπεμψεν, οἳ μαστιγωθέντες ἐν ἀγορᾷ μέσῃ τὰς κεφαλὰς ἀπεκόπησαν καὶ ἐξερρίφησαν ἄταφοι. Δέκιος δὲ φυλασσόμενος ἀμελῶς, οἷα πηρός, ἑαυτὸν διεχρήσατο. id. ib. ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥωμαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου, καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλόν, δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν. καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο, μήτʼ ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτʼ ἐπὶ τὸ ἡσσημένον στρατόπεδον· ἐδίδου δʼ αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δʼ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες. καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων. οἱ δʼ ἐνεδοίαζον ἐπὶ πλεῖστον, τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος, ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας, ἠχθόμην, εἶπεν, ὅτι μὴ βλέπω· νῦν δʼ ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθʼ ὁρᾶν μήτʼ ἀκούειν, οἳ διʼ ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι, καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι. τί τοῦτʼ ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι; καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν. ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας, ἐσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν. καὶ ἡ βουλὴ ταῦθʼ ἅπερ καὶ Ἄππιος εἶπεν ἀπεκρίνατο Κινέᾳ. Λαιουίνῳ δʼ ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογράφεσθαι. καὶ ὁ Κινέας ἔτι παρών, καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφάς, λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος. οἱ δὲ οὐ Κινέαν ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος, ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων τῆς προτέρας πλείονα· καὶ γὰρ ὁ ἕτερος ὕπατος τῷ Λαιουίνῳ Κορουγκάνιος ἧκεν ἐκ Τυρρηνίας μεθʼ ἧς εἶχε παρασκευῆς. λέγεται δὲ καὶ τἆλλα περὶ τῆς Ῥώμης πυνθανομένῳ Πύρρῳ Κινέας εἰπεῖν ὅτι πόλις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι, βασιλέων μᾶλλον ἢ στρατηγῶν. Πύρρος δʼ, ὡς οὐδὲν εἰρηναῖόν οἱ παρὰ τῆς βουλῆς ἀπήντησεν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο, πάντα δῃῶν. καὶ φθάνει μὲν ἐς πόλιν Ἀναγνίαν, βαρεῖαν δʼ ἔχων ἤδη τὴν στρατιὰν ὑπὸ λείας καὶ πλήθους αἰχμαλώτων, ἀναθέμενος μάχην ἀνέστρεφεν ἐπὶ Καμπανίας, ἡγουμένων τῶν ἐλεφάντων, καὶ τὴν στρατιὰν ἐς χειμασίαν κατὰ πόλεις διῄρει. Ῥωμαίων δὲ πρέσβεις αὐτὸν ἠξίουν λῦσαι τῇ πόλει τοὺς αἰχμαλώτους, ἢ ἀντιλαβεῖν ὅσους ἔχουσι Ταραντίνων καὶ τῶν ἄλλων συμμάχων αὐτοῦ. ὁ δὲ σπενδομένοις μὲν ἔφη, καθάπερ προεῖπε Κινέας, χαριεῖσθαι τοὺς αἰχμαλώτους, πολεμοῦσι δʼ οὐ δώσειν ἐφʼ ἑαυτὸν ἄνδρας τοιούτους καὶ τοσούτους. ἐξένιζε δʼ αὐτοὺς βασιλικῶς, καὶ τὸν τῆς πρεσβείας ἡγούμενον Φαβρίκιον πυνθανόμενος ἐν τῇ πόλει μέγα δύνασθαι καὶ δεινῶς πένεσθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὐτῷ τὰς διαλύσεις, ὑποστράτηγον καὶ κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον. χρήματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν ὡς δώσοντα τοῖς τὴν εἰρήνην ἐργασαμένοις. ἐπιγελάσας δʼ ὁ Φαβρίκιος περὶ μὲν τῶν κοινῶν οὐδʼ ἀπεκρίνατο, τὴν δʼ ἐμήν, ἔφη, παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ· καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ φόβον. οἱ δὲ οὐχ οὕτω φασὶν αὐτόν, ἀλλʼ ὅτι μου τῆς φύσεως Ἠπειρῶται μεταλαβόντες ἐμὲ σοῦ προθήσουσιν. ὁποτέρως δʼ οὖν ἀπεκρίνατο, θαυμάσας αὐτὸν τοῦ φρονήματος ὁ Πύρρος ἑτέραν ὁδὸν ἐς τὰς διαλλαγὰς ἐπενόει, καὶ τοὺς αἰχμαλώτους ἐς τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφʼ ᾧ, δεχομένης μὲν τῆς πόλεως ἃ ὁ Πύρρος προτείνει, μένειν καὶ τῆς αἰχμαλωσίας ἀπολελύσθαι, μὴ δεχομένης δὲ ἑορτάσαντας ἐπανήκειν ἐς αὐτόν. τούτους ἡ βουλή, πάνυ παρακαλοῦντας καὶ ἐνάγοντας ἐς τὰς διαλύσεις, ἐκέλευσεν ἑορτάσαντας Πύρρῳ παραδοῦναι σφᾶς αὐτοὺς ἐν ἡμέρᾳ ῥητῇ, καὶ θάνατον ἐπέταξε τοῖς ἀπολειφθεῖσι τῆς ἡμέρας. οἱ δὲ καὶ αὐτὴν ἅπαντες ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντως αὖθις ἐδόκει. U. p. 345.