ὅτι οἱ Ῥωμαίων στρατηγοὶ Κορνήλιος καὶ Κορουῖνος, καὶ Δέκιος δημότης, Σαυνίτας νικήσαντες ὑπέλιπον Καμπανοῖς φύλακας πρὸς τὰς Σαυνιτῶν ἐπιδρομάς. οἱ δὲ φύλακες οἵδε Καμπανοῖς ἁβροδιαίτοις καὶ πολυτελέσιν οὖσι κοινωνοῦντες ἐφθείροντο τὰς γνώμας, καὶ ἐφθόνουν ὧν ἔχουσιν ἀγαθῶν, αὐτοὶ πενόμενοι καὶ τὰ χρέα δεδιότες τὰ ἐν Ῥώμῃ. τέλος δὲ ἐπεβούλευον τοὺς ξένους ἑαυτῶν ἀνελόντες ἕκαστοι τὴν περιουσίαν κατασχεῖν καὶ τὰς γυναῖκας ἐς γάμον προσαγαγέσθαι. καὶ τάχα ἂν ἔπραξαν αἰσχρὸν οὕτω μύσος, εἰ μὴ Μάμερκος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπὶ Σαυνίτας ὁδεύων ἔμαθε τὸ βούλευμα τῶν φυλάκων, καὶ ἐπικρύψας τοὺς μὲν αὐτῶν ἐξώπλισε καὶ ἀφῆκεν οἷα κεκμηκότας, τοὺς δὲ πονηροτέρους ἐκέλευσεν ἐς Ῥώμην ἐπί τινα χρείαν ἐπείγεσθαι, χιλίαρχόν τε αὐτοῖς συνέπεμψεν, ᾧ εἴρητο ἀφανῶς αὐτοὺς φυλάσσειν. ἑκάτεροι δʼ ὑπώπτευον μεμηνῦσθαι, καὶ περὶ Ταρρακίνην ἀφίστανταί τε τοῦ χιλιάρχου, καὶ τοὺς ἐπὶ τῶν ἔργων ἐν τοῖς ἀγροῖς δεδεμένους ἐκλύσαντες, καὶ ὁπλίσαντες ὡς ἐδύναντο, ἤλαυνον ἐς Ῥώμην ὁμοῦ δισμύριοι γεγονότες. ἔτι δʼ αὐτῶν ὁδὸν ἡμέρας μιᾶς ἀπεχόντων ὑπήντα Κορουῖνος, καὶ παραστρατοπεδεύσας ἐν τοῖς ὄρεσι τοῖς Ἀλβανῶν ἠρεμεί, περισκοπῶν τε τὸ ἔργον ἔτι, καὶ μέγα ἡγούμενος ἀπεγνωκόσι μάχεσθαι. οἱ δὲ ἐπεμίγνυντο ἀλλήλοις κρύφα, καὶ ὀδυρμοὶ καὶ δάκρυα τῶν φυλάκων ἦν ὡς ἐν οἰκείοις καὶ φίλοις ἁμαρτεῖν μὲν ὁμολογούντων, τὴν δὲ αἰτίαν ἐς τὰ χρέα φερόντων τὰ ἐν Ῥώμῃ. ὧν ὁ Κορουῖνος αἰσθανόμενος, καὶ ὀκνῶν ἅψασθαι πολιτικοῦ καὶ τοσούτου φόνου, συνεβούλευσε τῇ βουλῇ τὰ χρέα τοῖς ἀνδράσι μεθεῖναι, τόν τε πόλεμον ἐξαίρων ἐπὶ μέγα, εἰ τοσῶνδε ἀνδρῶν δύναιτο κρατῆσαι μαχομένων ἐξ ἀπογνώσεως, καὶ τὰς συνόδους αὐτῶν καὶ ἐπιμιξίας ἐν ὑπονοίᾳ τιθέμενος, μὴ οὐδʼ ὁ ἴδιος αὐτῷ στρατὸς ἐς πάντα ᾖ πιστός, ἅτε συγγενεῖς ὄντες ἐκείνων, καὶ οὐχ ἧσσον αὐτῶν αἰτιώμενοι τὰ χρέα. σφαλέντα δὲ κινδυνεύσειν ἔφη περὶ μειζόνων· καὶ τὴν νίκην, εἰ κρατήσειεν, ἀτυχεστάτην ἔσεσθαι τῇ πόλει κατʼ οἰκείων τοσῶνδε. οἷς ἡ βουλὴ πεισθεῖσα τὰς μὲν τῶν χρεῶν ἀποκοπὰς ἐψηφίσατο πᾶσι Ῥωμαίοις, τοῖς δὲ τότε ἐχθροῖς καὶ ἄδειαν. οἱ μὲν δὴ τὰ ὅπλα ἀποθέμενοι κατῄεσαν ἐς τὴν πόλιν. Val. p. 549. ὅτι Μάλλιος Τορκουάτος ὁ ὕπατος τοιοῦτος ἦν τὴν ἀρετήν. τούτῳ πατὴρ ἐγεγένητο μικρολόγος καὶ ἀμελὴς ἐς αὐτόν. καὶ ἐν ἀγροῖς αὐτὸν εἶχε, μετὰ τῶν θεραπόντων ἐργαζόμενόν τε καὶ τρεφόμενον. γραψαμένου δὲ αὐτὸν ἐπὶ πολλοῖς ἀδικήμασι Πομπωνίου δημάρχου, καὶ μέλλοντος ἐρεῖν τι καὶ περὶ τῆς ἐς τὸν παῖδα κακώσεως, ὁ παῖς ὅδε Μάλλιος ἧκεν, ἐπικρύπτων ξιφίδιον, ἐς τὴν οἰκίαν τοῦ δημάρχου, καὶ τυχεῖν ἠξίωσεν αὐτοῦ μόνου ὡς δή τι λέξων χρήσιμον ἐς τὴν δίκην. ὑποδεχθεὶς δὲ καὶ λέγειν ἀρχόμενος ἐπέκλεισε τὰς θύρας, καὶ τὸ ξίφος ἐπισπάσας ἠπείλει τῷ δημάρχῳ κτενεῖν αὐτόν, εἰ μὴ ὀμόσειεν ὅτι λύσει τῷ πατρὶ τὴν δίκην. καὶ ὁ μὲν ὤμοσε καὶ διέλυσεν, ἐκθέμενος τῷ δήμῳ τὸ συμβάν· ὁ δὲ Μάλλιος ἐξ ἐκείνου λαμπρὸς ἦν, ἐπαινούμενος ὅτι τοιόσδε ἐς τοιόνδε πατέρα ἐγεγένητο. id. p. 550.