ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. συιδ. ϝ. ἐδικαίου . ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι. μέγα γὰρ τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. συιδ. ϝϝ. ἐλεεινός ετ ἀποφράδες ἡμέραι . τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο, καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι, καὶ τὰς σκηνὰς διέλυον, καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. ιδ. ϝ. ἐθελοκάκως . ὅτι σημειων γενομενων ἐκ Διὸς ἀηδῶν μετὰ τὴν Οὐηιεντίας ἅλωσιν, οἱ μάντεις ἔλεγον ἐκλειφθῆναί τινα πρὸς εὐσέβειαν, καὶ ὁ Κάμιλλος ἀνήνεγκεν ὅτι τὴν δεκάτην τῆς λείας ἐκλάθοιτο τῷ θεῷ τῷ χρήσαντι περὶ τῆς λίμνης ἐξελέσθαι. ἡ μὲν οὖν βουλὴ τοὺς λαβόντας ὁτιοῦν ἐκ τῆς Οὐηιέντης ἐκέλευσεν ἀποτιμήσασθαι καθʼ αὑτοὺς καὶ σὺν ὅρκῳ τὸ δέκατον εἰσενεγκεῖν, ὑπὸ δὲ εὐσεβείας οὐκ ὤκνησε καὶ τῆς γῆς ἤδη πεπραμένης, ὡς λαφύρου, τὸ δέκατον ἀναθεῖναι. κρατήρ τε ἀπὸ τῶνδε τῶν χρημάτων ἐν Δελφοῖς ἔκειτο χρύσεος ἐπὶ χαλκῆς βάσεως ἐν τῷ Ῥωμαίων καὶ Μασσαλιητῶν θησαυρῷ, μέχρι τὸν μὲν χρυσὸν Ὀνόμαρχος ἐν τῷ Φωκικῷ πολέμῳ κατεχώνευσε, κεῖται δʼ ἡ βάσις. αὐτὸν δὲ Κάμιλλον ἐν τῷ δήμῳ τις ἐδιωκεν ὡς αἴτιον γεγονότα τῇ πόλει φασμάτων καὶ τεράτων χαλεπῶν, καὶ ὁ δῆμος ἐκ πολλοῦ τὸν ἄνδρα ἀποστρεφόμενος ἐζημίωσε πεντήκοντα μυριάσιν, οὐκ ἐπικλασθεὶς οὐδʼ ὅτι πρὸ τῆς δίκης αὐτῷ παῖς ἐτεθνήκει. τὰ μὲν οὖν χρήματα οἱ φίλοι συνεισήνεγκαν, ἵνα μὴ ὑβρισθείη τὸ σῶμα τοῦ Καμίλλου· αὐτὸς δὲ βαρυθυμῶν ἐς τὴν Ἀρδεατῶν πόλιν μετῴκησεν, εὐξάμενος τὴν Ἀχίλλειον εὐχήν, ἐπιποθῆσαι Ῥωμαίους Κάμιλλον ἐν καιρῷ. καὶ ἀπήντησεν αὐτῷ καὶ τόδε οὐ πολὺ ὕστερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμος ἐπὶ Κάμιλλον κατέφυγε καὶ δικτάτορα αὖθις εἵλετο, ὡς ἐν ταῖς Κελτικαῖς πράξεσι συγγέγραπται. ϝαλ. π. 546. ὅτι Μάρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας, ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ, καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου. καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον. ϝαλ. π. 549.