ὁ δὲ στρατηγὸς αἰσθόμενος παρʼ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ. Suid. v. ἰδιόξενος. οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. id. v. βλάσφημος . συμβάσεις ποιεῖν ἐφʼ οἷς ἂν Γάβιοι δικαιῶσιν. id. v. δικαιοῦν . ὠνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα. Bekk. Anecd. p. 180, 15. ὁ δὲ Ὁράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. Suid. vv. ἀχρηστία ετ Ὁράτιος .