<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div xml:lang="grc" type="edition" n="urn:cts:greekLit:tlg0551.tlg002.perseus-grc2"><div type="textpart" subtype="fragment" xml:lang="grc" n="5"><cit n="V"><quote xml:lang="grc"><p>ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίων γυναῖκες καὶ Σαβίνων θυγατέρες διῄ τησαν, αὐταὶ τῷ χάρακι τῶν γονέων προσελθοῦσαι, χεῖράς τε προτείνουσαι, καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι, καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν. ἐδέοντό τε λαβεῖν τινὰ οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων, καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, ἢ πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγιγνώσκοντες ἤδη μὴ καθʼ ὕβριν εἰργάσθαι ταῦτα Ρωμαίους ἀλλʼ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν. καὶ συνελθόντες Ῥωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου ἱερὰν γενομένην ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω, Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίζεσθαι ἐπʼ ἴσῃ καὶ ὁμοίᾳ.</p></quote><bibl xml:lang="lat">U. (i. e. Ursin. Select. de legationibus) p. 334.</bibl></cit></div><div type="textpart" subtype="fragment" xml:lang="grc" n="6"><cit n="VI"><quote xml:lang="grc"><p>ὁ δὲ στρατηγὸς αἰσθόμενος παρʼ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ.</p></quote><bibl xml:lang="lat">Suid. v.<foreign xml:lang="grc">ἰδιόξενος.</foreign> </bibl></cit></div><div type="textpart" subtype="fragment" xml:lang="grc" n="7"><cit n="VII"><quote xml:lang="grc"><p>οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. </p></quote><bibl xml:lang="lat">id. v. <foreign xml:lang="grc">βλάσφημος</foreign>.</bibl></cit></div></div></body></text></TEI>