οἱ ὕπατοι τὰ ὅρκια προύτεινον, καὶ ἐς πάντα ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι. id. v. προσήσεσθαι . ὅτι Ταρκύνιος Σαβίνους κατὰ Ῥωμαίων ἠρέθιζε. Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ Ῥηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβίνους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς Ῥώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχιλίων. οἷς πᾶσι Ῥωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν, καὶ πολίτας ἔθεντο. τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων· καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέστησαν. Vales. Excerpt. ex collectan. Const. Porph. p. 546. Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπʼ αὐτούς οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτῶν τὴν ἐπὶ σφᾶς ὄντας ἐνσπόνδους καὶ συγγενεῖς. Suid. vv. ἔνσπονδος ετ πάρεσις .