ἦν δὲ λόγιον Κύκλωπι εἰρημένον ὑπὸ μάντεως τυφλωθῆναι ὑπὸ Ὀδυσσέως. καὶ μαθὼν τὸ ὄνομα πέτρας ἀποσπῶν ἠκόντιζεν εἰς τὴν θάλασσαν, μόλις δὲ ἡ ναῦς σώζεται πρὸς τὰς πέτρας. ἐκ τούτου δὲ μηνίει Ποσειδῶν Ὀδυσσεῖ. ἀναχθεὶς δὲ συμπάσαις ναυσὶ παραγίνεται εἰς Αἰολίαν νῆσον, ἧς ὁ βασιλεὺς ἦν Αἴολος. οὗτος ἐπιμελητὴς ὑπὸ Διὸς τῶν ἀνέμων καθεστήκει καὶ παύειν καὶ προΐεσθαι. ὃς ξενίσας Ὀδυσσέα δίδωσιν αὐτῷ ἀσκὸν βόειον, ἐν ᾧ κατέδησε τοὺς ἀνέμους, ὑποδείξας οἷς δεῖ χρῆσθαι πλέοντα, τοῦτον ἐν τῷ σκάφει καταδήσας. ὁ δὲ Ὀδυσσεὺς ἐπιτηδείοις ἀνέμοις χρώμενος εὐπλοεῖ, καὶ πλησίον Ἰθάκης ὑπάρχων ἤδη τὸν ἀναφερόμενον ἐκ τῆς πόλεως καπνὸν ἰδὼν ἐκοιμήθη.