Ὀδυσσεὺς δὲ εὑρὼν ῥόπαλον κείμενον σὺν τέσσαρσιν ἑταίροις ἀπώξυνε καὶ πυρώσας ἐξετύφλωσεν αὐτόν. ἐπιβοωμένου δὲ Πολυφήμου τοὺς πέριξ Κύκλωπας, παραγενόμενοι ἐπηρώτων τίς αὐτὸν ἀδικεῖ. τοῦ δὲ εἰπόντος Οὔτις, νομίσαντες αὐτὸν λέγειν ὑπὸ μηδενός ἀνεχώρησαν. ἐπιζητούντων δὲ τῶν ποιμνίων τὴν συνήθη νομήν, ἀνοίξας καὶ ἐπὶ τοῦ προθύρου στὰς τὰς χεῖρας ἐκπετάσας ἐψηλάφα τὰ ποίμνια. Ὀδυσσεὺς δὲ τρεῖς κριοὺς ὁμοῦ συνδέων καὶ αὐτὸς τῷ μείζονι ὑποδύς, ὑπὸ τὴν γαστέρα κρυβείς, σὺν τοῖς ποιμνίοις ἐξῆλθε, καὶ λύσας τοὺς ἑταίρους τῶν ποιμνίων, ἐπὶ τὰς ναῦς ἐλάσας ἀποπλέων ἀνεβόησε Κύκλωπι ὡς Ὀδυσσεὺς εἴη καὶ ἐκπεφεύγοι τὰς ἐκείνου χεῖρας.