ἐν δὲ θατέρῳ τῷ σκοπέλῳ ἦν Χάρυβδις, ἣ τῆς ἡμέρας τρὶς ἀνασπῶσα τὸ ὕδωρ πάλιν ἀνίει. ὑποθεμένης δὲ Κίρκης, τὸν μὲν παρὰ τὰς Πλαγκτὰς πλοῦν ἐφυλάξατο, παρὰ δὲ τὸν τῆς Σκύλλης σκόπελον πλέων ἐπὶ τῆς πρύμνης ἔστη καθωπλισμένος. ἐπιφανεῖσα δὲ ἡ Σκύλλα ἓξ ἑταίρους ἁρπάσασα τούτους κατεβίβρωσκεν. ἐκεῖθεν δὲ ἐλθὼν εἰς Θρινακίαν νῆσον οὖσαν Ἡλίου, ἔνθα βόες ἐβόσκοντο, καὶ ἀπλοίᾳ κατασχεθεὶς ἔμεινεν αὐτοῦ. τῶν δὲ ἑταίρων σφαξάντων ἐκ τῶν βοῶν καὶ θοινησαμένων, λειφθέντων τροφῆς, Ἥλιος ἐμήνυσε Διί. καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε.