ἐνιαυτὸν δὲ μείνας ἐκεῖ, πλεύσας τὸν Ὠκεανόν, σφάγια ταῖς ψυχαῖς ποιησάμενος μαντεύεται παρὰ Τειρεσίου, Κίρκης ὑποθεμένης, καὶ θεωρεῖ τάς τε τῶν ἡρώων ψυχὰς καὶ τῶν ἡρωΐδων. βλέπει δὲ καὶ τὴν μητέρα Ἀντίκλειαν καὶ Ἐλπήνορα, ὃς ἐν τοῖς Κίρκης πεσὼν ἐτελεύτησε. παραγενόμενος δὲ πρὸς Κίρκην ὑπʼ ἐκείνης προπεμφθεὶς ἀνήχθη, καὶ τὴν νῆσον παρέπλει τῶν Σειρήνων. αἱ δὲ Σειρῆνες ἦσαν Ἀχελῴου καὶ Μελπομένης μιᾶς τῶν Μουσῶν θυγατέρες, Πεισινόη Ἀγλαόπη Θελξιέπεια. τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας.