<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="15"><p>καλούσης δὲ
				αὐτῆς χωρὶς Εὐρυλόχου πάντες εἰσίασιν. ἡ δʼ ἑκάστῳ κυκεῶνα πλήσασα τυροῦ καὶ μέλιτος
				καὶ ἀλφίτων καὶ οἴνου δίδωσι, μίξασα φαρμάκῳ. πιόντων δὲ αὐτῶν, ἐφαπτομένη ῥάβδῳ τὰς
				μορφὰς ἠλλοίου, καὶ τοὺς μὲν ἐποίει λύκους, τοὺς δὲ σῦς, τοὺς δὲ ὄνους, τοὺς δὲ
				λέοντας. </p></div><div type="textpart" subtype="section" n="16"><p>Εὐρύλοχος δὲ ἰδὼν ταῦτα Ὀδυσσεῖ
				ἀπαγγέλλει. <pb n="288"/>ὁ δὲ λαβὼν μῶλυ παρὰ Ἑρμοῦ πρὸς Κίρκην ἔρχεται, καὶ βαλὼν
				εἰς τὰ φάρμακα τὸ μῶλυ μόνος πιὼν οὐ φαρμάσσεται· σπασάμενος δὲ τὸ ξίφος
				ἤθελε<!-- <NOTE ED="Frazer">1</NOTE> --> Κίρκην ἀποκτεῖναι. ἡ δὲ τὴν ὀργὴν παύσασα
				τοὺς ἑταίρους ἀποκαθίστησι. καὶ λαβὼν ὅρκους Ὀδυσσεὺς παρʼ αὐτῆς μηδὲν ἀδικηθῆναι
				συνευνάζεται, καὶ γίνεται αὐτῷ παῖς Τηλέγονος. </p></div></div></div></body></text></TEI>