ὁ δὲ ἕνα μὲν αὐτῶν ἁρπάσας ἀναλίσκει, τοὺς δὲ λοιποὺς ἐδίωκε φεύγοντας κεκραγὼς καὶ συγκαλῶν τοὺς ἄλλους Λαιστρυγόνας. οἱ δὲ ἦλθον ἐπὶ τὴν θάλασσαν καὶ βάλλοντες πέτροις τὰ μὲν σκάφη κατέαξαν, αὐτοὺς δὲ ἐβίβρωσκον. Ὀδυσσεὺς δὲ κόψας τὸ πεῖσμα τῆς νεὼς ἀνήχθη, αἱ δὲ λοιπαὶ σὺν τοῖς πλέουσιν ἀπώλοντο. μίαν δὲ ἔχων ναῦν Αἰαίῃ νήσῳ προσίσχει. ταύτην κατῴκει Κίρκη, θυγάτηρ Ἡλίου καὶ Πέρσης, Αἰήτου δὲ ἀδελφή, πάντων ἔμπειρος οὖσα φαρμάκων. διελὼν τοὺς ἑταίρους αὐτὸς μὲν κλήρῳ μένει παρὰ τῇ νηί, Εὐρύλοχος δὲ πορεύεται μεθʼ ἑταίρων εἰκοσιδύο τὸν ἀριθμὸν πρὸς Κίρκην.