ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης πόσους ὀλύνθους φέρει; ὁ Μόψος· μυρίους ἔφη καὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν· καὶ εὑρέθησαν οὕτω. Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι· τοῦ δὲ εἰπόντος· ὀκτώ, μειδιάσας ὁ Μόψος ἔφη· Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντιῶς διακεῖται, ἐγὼ δʼ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλʼ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι. ὧν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανε καὶ ἐτάφη ἐν Νοτίῳ.