Δημοφῶν δὲ Θρᾳξὶ Βισάλταις μετʼ ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς ἡ θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῇ βασιλείᾳ συνευνάζεται ὑπὸ τοῦ πατρός. ὁ δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται· καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν Ἐννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῷ κίστην, εἰποῦσα ἱερὸν τῆς μητρὸς Ῥέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσῃ τῆς πρὸς αὐτὴν ἀνόδου. Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατῴκει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ· Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβῳ κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται· τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῷ κατῴκησαν ἐν Κύπρῳ.