<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="15b"><p><cit><quote><p><add>μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Μενεσθεὺς Φείδιππός τε καὶ Ἄντιφος καὶ
								οἱ Ἐλεφήνορος<!-- <NOTE ED="Frazer">4</NOTE> --> καὶ Φιλοκτήτης
								μέχρι Μίμαντος κοινῇ ἔπλευσαν. εἶτα Μενεσθεὺς μὲν εἰς Μῆλον ἐλθὼν
								βασιλεύει, τοῦ ἐκεῖ βασιλέως Πολυάνακτος τελευτήσαντος. Ἄντιφος δὲ ὁ
								Θεσσαλοῦ εἰς Πελασγοὺς ἐλθὼν καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν
								ἐκάλεσε. Φείδιππος δὲ μετὰ Κῴων ἐξωσθεὶς περὶ τὴν
								Ἄνδρον,<!-- <NOTE ED="Frazer">5</NOTE> --> εἶτα περὶ Κύπρον ἐκεῖ
								κατῴκησεν. Ἐλεφήνορος δὲ ἀποθανόντος ἐν Τροίᾳ, οἱ σὺν αὐτῷ
								ἐκριφέντες περὶ τὸν Ἰόνιον κόλπον Ἀπολλωνίαν ᾤκησαν τὴν ἐν Ἠπείρῳ.
								καὶ οἱ τοῦ Τληπολέμου προσίσχουσι <pb n="260"/>Κρήτῃ, εἶτα ὑπʼ
								ἀνέμων ἐξωσθέντες περὶ τὰς Ἰβηρικὰς νήσους ᾤκησαν <gap reason="lost"/> οἱ τοῦ
								Πρωτεσιλάου εἰς Πελλήνην<!-- <NOTE ED="Frazer">1</NOTE> -->
								ἀπερρίφησαν πλησίον πεδίου Κανάστρου. Φιλοκτήτης δὲ ἐξώσθη εἰς
								Ἰταλίαν πρὸς Καμπανοὺς καὶ πολεμήσας Λευκανοὺς πλησίον Κρότωνος καὶ
								Θουρίου Κρίμισσαν κατοικεῖ· καὶ παυθεὶς τῆς ἄλης Ἀλαίου Ἀπόλλωνος
								ἱερὸν κτίζει, ᾧ καὶ τὸ τόξον αὑτοῦ ἀνέθηκεν, ὥς φησιν
								Εὐφορίων.</add></p></quote><bibl xml:lang="en">τζετζες, σξηολια ον λψξοπηρον, 911</bibl></cit></p></div><div type="textpart" subtype="section" n="15c"><p><cit><quote><p><add>Ναύαιθος</add> ποταμός ἐστιν Ἰταλίας· ἐκλήθη δὲ οὕτω κατὰ μὲν
							Ἀπολλόδωρον καὶ τοὺς λοιπούς, ὅτι μετὰ τὴν Ἰλίου ἅλωσιν αἱ <pb n="262"/>Λαομέδοντος θυγατέρες, Πριάμου δὲ
							ἀδελφαί,<!-- <NOTE ED="Frazer">1</NOTE> --> Αἴθυλλα Ἀστυόχη Μηδεσικάστη
							μετὰ τῶν λοιπῶν αἰχμαλωτίδων ἐκεῖσε γεγονυῖαι τῆς Ἰταλίας, εὐλαβούμεναι
							τὴν ἐν τῇ Ἑλλάδι δουλείαν τὰ σκάφη ἐνέπρησαν, ὅθεν ὁ ποταμὸς Ναύαιθος
							ἐκλήθη καὶ αἱ γυναῖκες Ναυπρήστιδες· οἱ δὲ σὺν αὐταῖς Ἕλληνες
							ἀπολέσαντες τὰ σκάφη ἐκεῖ κατῴκησανgt.</p></quote><bibl xml:lang="en">τζετζες, σξηολια ον λψξοπηρον, 921</bibl></cit></p></div></div></div></body></text></TEI>