καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, Ἀγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, Ἀγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν Ἀθηνᾷ. ἀναχθέντες δὲ Διομήδης καὶ Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν εὐπλοοῦσιν, ὁ δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπʼ Αἴγυπτον ἀφικνεῖται. Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν Ἰλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρῳ περιτύχῃ μάντει.