καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. Ἀγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δʼ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων. ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίᾳ προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. βασιλεύων δὲ Τήλεφος Μυσῶν, Ἡρακλέους παῖς, ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς Ἕλληνας καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς καὶ Θέρσανδρον τὸν Πολυνείκους ὑποστάντα. ὁρμήσαντος δὲ Ἀχιλλέως ἐπʼ αὐτὸν οὐ μείνας ἐδιώκετο· καὶ διωκόμενος ἐμπλακεὶς εἰς ἀμπέλου κλῆμα τὸν μηρὸν τιτρώσκεται δόρατι.