Σαλαμινίων Αἴας ὁ Τελαμώνιος· ἦγε ναῦς ιβ . Ἀργείων Διομήδης Τυδέως καὶ οἱ σὺν αὐτῷ· ἦγον ναῦς π . Μυκηναίων Ἀγαμέμνων Ἀτρέως καὶ Ἀερόπης ναῦς ρ . Λακεδαιμονίων Μενέλαος Ἀτρέως καὶ Ἀερόπης ξ . Πυλίων Νέστωρ Νηλέως καὶ Χλωρίδος ναῦς μ . Ἀρκάδων Ἀγαπήνωρ ναῦς ζ . Ἠλείων Ἀμφίμαχος καὶ οἱ σὺν αὐτῷ ναῦς μ . Δουλιχίων Μέγης Φυλέως ναῦς μ . Κεφαλλήνων Ὀδυσσεὺς Λαέρτου καὶ Ἀντικλείας ναῦς ιβ . Αἰτωλῶν Θόας Ἀνδραίμονος καὶ Γόργης· ἦγε ναῦς μ . Κρητῶν Ἰδομενεὺς Δευκαλίωνος μ . Ῥοδίων Τληπόλεμος Ἡρακλέους καὶ Ἀστυόχης ναῦς θ . Συμαίων Νιρεὺς Χαρόπου ναῦς γ . Κώων Φείδιππος καὶ Ἄντιφος οἱ Θεσσαλοῦ λ .