ὅτι θυγατέρες Ἀνίου τοῦ Ἀπόλλωνος Ἐλαῒς Σπερμὼ Οἰνώ, αἱ Οἰνότροφοι λεγόμεναι· αἷς ἐχαρίσατο Διόνυσος ποιεῖν ἐκ γῆς ἔλαιον σῖτον οἶνον. συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντες ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶν μὲν ἡγεμόνες δέκα· ἦγον ναῦς μ . Ὀρχομενίων δ · ἦγον ναῦς λ . Φωκέων ἡγεμόνες δ · ἦγον ναῦς μ . Λοκρῶν Αἴας Ὀιλέως· ἦγε ναῦς μ . Εὐβοέων Ἐλεφήνωρ Χαλκώδοντος καὶ Ἀλκυόνης· ἦγε ναῦς μ . Ἀθηναίων Μενεσθεύς· ἦγε ναῦς ν .