<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="12"><p>Ζεὺς δὲ Ἑρμῆν πέμπει πρὸς Ἀτρέα καὶ
				λέγει συνθέσθαι πρὸς Θυέστην περὶ τοῦ βασιλεῦσαι Ἀτρέα, εἰ τὴν ἐναντίαν ὁδεύσει ὁ
				Ἥλιος· Θυέστου δὲ συνθεμένου τὴν δύσιν εἰς ἀνατολὰς ὁ Ἥλιος ἐποιήσατο· ὅθεν
				ἐκμαρτυρήσαντος τοῦ δαίμονος τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε
				καὶ Θυέστην ἐφυγάδευσεν. </p></div><div type="textpart" subtype="section" n="13"><p>αἰσθόμενος δὲ τῆς
				μοιχείας ὕστερον <pb n="166"/>κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει· καὶ
				ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης,
				Ἀγλαὸν<!-- <NOTE ED="Frazer">1</NOTE> --> καὶ Καλλιλέοντα καὶ Ὀρχομενόν, ἐπὶ τὸν
				Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστῃ
				χωρὶς τῶν ἄκρων, ἐμφορηθέντι<!-- <NOTE ED="Frazer">2</NOTE> --> δὲ δείκνυσι τὰ ἄκρα
				καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει. </p></div></div></div></body></text></TEI>