ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς Ἀτρεὺς Θυέστης καὶ ἕτεροι· γυνὴ δὲ Ἀτρέως Ἀερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ Ἀτρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι Ἀρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς· πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην· ἣν Ἀερόπη δίδωσι τῷ Θυέστῃ μοιχευθεῖσα ὑπʼ αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο Ἀτρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῷ πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν· συνθεμένου δὲ τοῦ Ἀτρέως δείξας ἐβασίλευσε.