<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="1" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="3"><p>Ἕλληνος δὲ καὶ νύμφης
					Ὀρσηίδος<!-- <NOTE ED="Frazer">3</NOTE> --> Δῶρος Ξοῦθος Αἴολος. αὐτὸς μὲν οὖν
					ἀφʼ αὑτοῦ τοὺς καλουμένους Γραικοὺς προσηγόρευσεν Ἕλληνας, τοῖς δὲ παισὶν
					ἐμέρισε τὴν χώραν· καὶ Ξοῦθος μὲν λαβὼν τὴν Πελοπόννησον ἐκ Κρεούσης τῆς
					Ἐρεχθέως Ἀχαιὸν ἐγέννησε καὶ Ἴωνα, ἀφʼ ὧν Ἀχαιοὶ καὶ Ἴωνες καλοῦνται, Δῶρος δὲ
					τὴν πέραν χώραν Πελοποννήσου λαβὼν τοὺς κατοίκους ἀφʼ ἑαυτοῦ Δωριεῖς ἐκάλεσεν,
					Αἴολος δὲ βασιλεύων τῶν περὶ τὴν Θεσσαλίαν τόπων τοὺς ἐνοικοῦντας Αἰολεῖς
					προσηγόρευσε, καὶ γήμας Ἐναρέτην τὴν Δηιμάχου παῖδας μὲν ἐγέννησεν ἑπτά, Κρηθέα
					Σίσυφον Ἀθάμαντα Σαλμωνέα Δηιόνα Μάγνητα Περιήρην, θυγατέρας δὲ πέντε, Κανάκην
					Ἀλκυόνην Πεισιδίκην Καλύκην Περιμήδην. </p><p>Περιμήδης μὲν οὖν καὶ Ἀχελῴου Ἱπποδάμας καὶ Ὀρέστης, Πεισιδίκης δὲ καὶ Μυρμιδόνος
					Ἄντιφος καὶ Ἄκτωρ. </p></div></div></div></div></body></text></TEI>