<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="1" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="2"><p>Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων
					γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα. ἐπεὶ δὲ
					ἀφανίσαι Ζεὺς <pb n="54"/>τὸ χαλκοῦν ἠθέλησε<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					γένος, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια
					ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας εἰσέβη.<!-- <NOTE ED="Frazer">2</NOTE> -->
					Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν,
					ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς οἳ
					συνέφυγον<!-- <NOTE ED="Frazer">3</NOTE> --> εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ
					καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου
					συνεχέθη<!-- <NOTE ED="Frazer">4</NOTE> --> πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι
					διὰ τῆς θαλάσσης φερόμενος <add>ἐφʼ</add> ἡμέρας ἐννέα καὶ νύκτας <add>τὰς</add>
					ἴσας τῷ Παρνασῷ προσίσχει, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς θύει Διὶ
					φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν
					αἱρεῖσθαι<!-- <NOTE ED="Frazer">5</NOTE> --> ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται
					ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λίθους,
					καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες. ὅθεν καὶ
					λαοὶ μεταφορικῶς ὠνομάσθησαν ἀπὸ τοῦ λᾶας ὁ λίθος. </p><p>γίνονται δὲ ἐκ Πύρρας Δευκαλίωνι παῖδες <pb n="56"/>Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι<!-- <NOTE ED="Frazer">1</NOTE> --><add>ἔνιοι</add> λέγουσι, <add>δεύτερος
					δὲ</add>
                     <!-- <NOTE ED="Frazer">2</NOTE> --> Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας
					τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς Ἀέθλιος. </p></div></div></div></div></body></text></TEI>