<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="1" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="2"><p>κἀκεῖνος μὲν οὕτως ἐτελεύτα, Πορφυρίων δὲ Ἡρακλεῖ κατὰ
					τὴν μάχην ἐφώρμησε καὶ Ἥρᾳ. Ζεὺς δὲ αὐτῷ πόθον Ἥρας ἐνέβαλεν, ἥτις καὶ
					καταρρηγνύντος αὐτοῦ τοὺς πέπλους καὶ βιάζεσθαι θέλοντος βοηθοὺς ἐπεκαλεῖτο· καὶ
					Διὸς κεραυνώσαντος αὐτὸν Ἡρακλῆς τοξεύσας ἀπέκτεινε. τῶν δὲ λοιπῶν Ἀπόλλων μὲν
					Ἐφιάλτου τὸν ἀριστερὸν ἐτόξευσεν ὀφθαλμόν, Ἡρακλῆς δὲ τὸν δεξιόν· Εὔρυτον δὲ
					θύρσῳ Διόνυσος ἔκτεινε, Κλυτίον δὲ δᾳσὶν<!-- <NOTE ED="Frazer">3</NOTE> -->
					Ἑκάτη, Μίμαντα<!-- <NOTE ED="Frazer">4</NOTE> --> δὲ Ἥφαιστος βαλὼν μύδροις.
					Ἀθηνᾶ δὲ Ἐγκελάδῳ φεύγοντι Σικελίαν ἐπέρριψε τὴν νῆσον, Πάλλαντος δὲ τὴν δορὰν
					ἐκτεμοῦσα ταύτῃ κατὰ τὴν μάχην <pb n="46"/>τὸ ἴδιον ἐπέσκεπε σῶμα. Πολυβώτης δὲ
					διὰ τῆς θαλάσσης διωχθεὶς ὑπὸ τοῦ Ποσειδῶνος ἧκεν εἰς Κῶ· Ποσειδῶν δὲ τῆς νήσου
					μέρος ἀπορρήξας ἐπέρριψεν αὐτῷ, τὸ λεγόμενον Νίσυρον. Ἑρμῆς δὲ τὴν Ἄιδος κυνῆν
					ἔχων κατὰ τὴν μάχην Ἱππόλυτον ἀπέκτεινεν, Ἄρτεμις δὲ †
					Γρατίωνα,<!-- <NOTE ED="Frazer">1</NOTE> --> μοῖραι δʼ Ἄγριον καὶ Θόωνα χαλκέοις
					ῥοπάλοις μαχόμεναι<!-- <NOTE ED="Frazer">2</NOTE> --> τοὺς δὲ ἄλλους κεραυνοῖς
					Ζεὺς βαλὼν διέφθειρε· πάντας δὲ Ἡρακλῆς ἀπολλυμένους ἐτόξευσεν. </p></div></div></div></div></body></text></TEI>