<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="1" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="1"><p>Ζεὺς δὲ γαμεῖ μὲν Ἥραν, καὶ τεκνοῖ Ἥβην Εἰλείθυιαν
					Ἄρην,<!-- <NOTE ED="Frazer">3</NOTE> --> μίγνυται δὲ πολλαῖς θνηταῖς τε καὶ
					ἀθανάτοις γυναιξίν. ἐκ μὲν οὖν Θέμιδος τῆς<!-- <NOTE ED="Frazer">4</NOTE> -->
					Οὐρανοῦ γεννᾷ θυγατέρας ὥρας. Εἰρήνην Εὐνομίαν Δίκην, μοίρας, Κλωθὼ Λάχεσιν
					Ἄτροπον, ἐκ Διώνης δὲ Ἀφροδίτην, ἐξ Εὐρυνόμης <pb n="16"/>δὲ τῆς Ὠκεανοῦ
					χάριτας, Ἀγλαΐην Εὐφροσύνην Θάλειαν, ἐκ δὲ Στυγὸς Περσεφόνην, ἐκ δὲ Μνημοσύνης
					μούσας, πρώτην μὲν Καλλιόπην, εἶτα Κλειὼ Μελπομένην Εὐτέρπην Ἐρατὼ Τερψιχόρην
					Οὐρανίαν Θάλειαν Πολυμνίαν. </p></div></div></div></div></body></text></TEI>