<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="86"><head rend="center" xml:lang="lat">De Clearcho Pontico.</head><p rend="indent">καὶ Κλέαρχος ὁ Ποντικὸς νέος ὢν ἐς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν ὀλίγα οἱ συγγενόμενος (ἦν γὰρ θεοῖς ἐχθρὸς) ὄναρ ὁρᾳ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα λέγουσαν πρὸς αὐτὸν ’ ἄπιθι τῆς Ἀκαδημείας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρός σε ἔχθιστον.’ ὧν ἀκούσας ἐπάνεισιν ἐς τὴν Ἡρακλείαν. φθ όνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖτῆς οἴκοθεν, καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην, καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ <pb facs="deanimaliumantur02aeliuoft_0301"/> μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται ἐς στάσιν βαρεῖαν, εἶτα ἐπανελθεῖν ἐς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον Εὐώπιον ὄνομα λέγοντα αὐτῷ ὅτι <q rend="single">δεῖ τυραννῆσαί σε τῆς πατρίδος</q>· προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς οὖν τῶν κοινῶν γενόμενος, ὠμότατός τε ἦν καὶ ἐς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει, προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου, καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις, καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας, τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ Δίκη, εἶτα ἡ χεὶρ ἡ Χίωνος, ὥσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος, καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δέ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν εἴρηται.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="87"><head rend="center" xml:lang="lat">Interitus Sybaritarum.</head><p rend="indent">ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι.</p><p rend="indent">πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον <pb facs="deanimaliumantur02aeliuoft_0302"/> ἑαυτοῖς εὐδαιμονίαν δι’ αἰῶνος. μὴ γὰρ ἐκπλεύσειν τῶν φρενῶν ἐς τοσοῦτον, ὡς ἀνθρώπους προτιμῆσαί ποτε θεῶν.</p><p rend="indent">καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι καταγράφοντες κοινήν.</p><p rend="indent">ὃ δὲ ὁρῶν οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="88"><p rend="indent">κελεύει ἡ Πυθία εἴδωλόν τε πεπλασμένον ἐς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="89"><head rend="center" xml:lang="lat">De Euphronio.</head><p rend="indent">ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεος τε καὶ ἀκόλαστος εἶναι.</p><p rend="indent">ὃ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελάθετο τῆς βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαργήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα, τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψατο.</p><p rend="indent">ὃ δὲ ἀθλίως νόσῳ (περιπνευμονίαν καλοῦσιν Ἀσκληπιαδῶν παῖδες αὐτήν) πιεζόμενος τὰ μὲν πρῶτα ἐδεῖτο τῆς ἀνθρώπων ἰατρικῆς καὶ ἐκείνων ἤρτητο.</p><p rend="indent">τῆς τῶν ἰατρῶν ἐπιστήμης βιαιότερον ἦν τὸ νόσημα.</p><pb facs="deanimaliumantur02aeliuoft_0303"/><p rend="indent">ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες ἐς Ἀσκληπιοῦ.</p><p rend="indent">καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον, εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις.</p><p rend="indent">ὃ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.</p><p rend="indent">καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι, κᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="90"><p rend="indent">φιλοχρημάτω τε ἤστην καὶ ἡδονῶν ἀκράτορε.</p><p rend="indent">καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικωτάτω.</p><p rend="indent">ὑποβλήτους ἂν εἰπέ τις αὐτοὺς εἶναι καὶ νόθους ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν.</p><p rend="indent">ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπωδέστατα.</p><p rend="indent">ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τις ἐσῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεσμένω αὐτοῖς ἤστην.</p><pb facs="deanimaliumantur02aeliuoft_0304"/><p rend="indent">καὶ ἐν ἑαυτοῖς θεοκλυτοῦντες ἅμα καὶ τῶν ὀργίων ἐμέμνηντο.</p></div></div></body></text></TEI>