De caupone Megarensi. ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν, καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμιάσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἀμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι, καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου, καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι, καὶ κατὰ ποίας πύλας· ὃ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ ἐξαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο, καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὃ μὲν ἐτάφη, ὃ δὲ ἐκολάσθη. ὃ δὲ ἔς τινος πανδοκέως ἐλθὼν ἠξίου τυχεῖν καταγωγῆς· ὃ δὲ ἐδέξατο καὶ πῦρ ἐξέκαυσε. χειμῶνος ὥρα ἦν καὶ πῦρ ἐξέκαυσε τῇ ὥρα σύγκαιρον. καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐποφθαλμιᾷ. ὃ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. ἐξήγαγεν ἐκ τῆς ζώνης τοὺς χρυσοῦς δαρεικούς, κατακερματίσαι θέλων καὶ διαλύσασθαι τῷ πανδοκεῖ. ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα. ἐπεὶ δὲ ἀωρία ἦν, ὅ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. ἐπιρρήγνυται βροντὴ βιαιοτάτη, καὶ τὸ πανδοκεῖον κατηράχθη. De dracone caesorum amicorum ultore. καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. ὃ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε αἶμα αὐτῶν ἐξελιχμήσατο καὶ ἐκάθηρε τὰς πληγάς, ἵνα μή ποτε ἄρα τοῦ λύθρου μιαροὶ βλέπωνται. ὃ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συναγαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερσαίων μήτε τὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι. De Tito Livio et Cornuto. δύο συγγραφέε Ῥωμαίων ἥστην, Τῖτος Λίβιος, οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον, σπουδαῖοο δὲ οὐδὲν ὄντα. τοσαύτη δὲ ἦν ἡ διαφορότης ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων, ὡς τοῦ μὲν Κορνούτου παμπλείστους ἀκούειν, θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας καὶ διὰ τὴν ἀπαιδίαν, ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους, ἀλλὰ ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ παιδείας. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια, μήτε χρημάτων δεόμενοι, μήτε μὴν ὀνειροπολοῦντες ἐκ κλήρου διαδοχήν, μήτ’ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥσπερ κεκρυμμένον θησαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐσθλά, τὸ τοῦ Ὁμήρου, τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ περιρρεομένου τοῖς χρήμασι λήθην κατέχεαν τοῦ Κορνούτου. καὶ ἴσασιν ἢ τις ἥ οὐδεὶς αὐτόν. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ. ὃ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς τὸ λεγόμενον ὁ τούτου κίνδυνος ὤν, οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν. οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκρι μένον κατὰ πρύμναν ἐπέρρει, καὶ τὰ ἱστία ἐπλήρου. ἰνδάλματα εἰκασμένα κυσὶν ἔκ τινος θείας ὁρμῆς τοῦτον ἐπιπηδήσαντα, οἰκτρῶς, ὅσα ἰδεῖν, διέξυεν. ἦν δὲ ἄρα εἴδωλα ταῦτα, ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου.