<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="71"><head rend="center" xml:lang="lat">De Dionysio mercatore.</head><p rend="indent">Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, τοῦ κέρδους ὑποθήγοντος, καὶ πορρωτέρω τῆς Μαιώτιδος ἐκκουφίσας, ὠνεῖται κόρην Κόλχον, ἣν ἐληίσαντο Μάχλυες, ἔθνος τῶν ἐκεῖ βαρβάρων.</p><pb facs="deanimaliumantur02aeliuoft_0293"/><p rend="indent">ὑπάγοντος αὐτὸν τοῦ πλούτου καὶ ἐπὶ μᾶλλον ὑποθήγοντος.</p><p rend="indent">Διονύσιος τοὔνομα ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν.</p><p rend="indent">ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυσίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή.</p><p rend="indent">τινὰς παραλαβὼν ἁδροῦ μισθοῦ ἐς Βυζάντιον ἐλθεῖν πείθει.</p><p rend="indent">εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ, καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ.</p><p rend="indent">ὃ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτοῦ ἐνόσει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν.</p><p rend="indent">θυγάτηρ δὲ ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="72"><head rend="center" xml:lang="lat">De tutore avaro.</head><p rend="indent">ἔστι δὲ οὕτως. ἀδελφὼ δύο ἤστην. ὁ τοίνυν ἕτερος ἀποθνήσκων καὶ παῖδα ὀρφανὸν ἀπολείπων τὸν ἀδελφὸν ἐγγράφει καὶ τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων ὧν ἐκείνῳ κατέλιπε μελεδωνόν. ὃ δὲ ἀνόσιος ὤν, τὰ τοῦ παιδὸς σφετερίσασθαι γλιχόμενος, εἶτα μέντοι καὶ τὰ οἰκεῖα προσαπώλεσε. δεομένῳ δὲ πολυωρίας τινὸς καὶ ῥοπῆς τυχεῖν τῆς ἐς τὸ κρεῖττον ἀπεκρίνατο <quote rend="blockquote">νήπιος οὐκ ἐνόησεν ὅσῳ πλέον ἥμισυ παντὸς.</quote> <pb facs="deanimaliumantur02aeliuoft_0294"/> παιδεύδεως ταῦτα ἔχεται, καὶ ψυχὴν καθαίρει, καὶ βιον κοσμεῖ, καὶ σωφροσύνην ἐντίθησι, καὶ δικαιοσύνην νομοθετεῖ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="73"><head rend="center" xml:lang="lat">Aetoli vino Atheniensibus tradito ab iis interficiuntur.</head><p rend="indent">οἱ Αἰτωλοὶ ἐς Ἀθήνας τὸν οἶνον ἐκόμιζον, φιλοτησίας τῆς ἐκ τοῦ θεοῦ κοινωνῆσαι καὶ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις βουλόμενοι.</p><p rend="indent">οἳ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου, καὶ ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον αὐτῶν ἕκαστος εἰκῇ. καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς καὶ πιστεύσαντες τεθνάναι τοὺς καθεύδοντας, τοὺς Αἰτωλοὺς ἀπέκτειναν.</p><p rend="indent">μέτεισι τοὺς Ἀθηναίους ὑπὲρ τῶν ἀθέσμων φόνων ἡ δίκη, καὶ ἀφορίαις συνείχοντο.</p><p rend="indent">νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ, καὶ ἐρωτῶσι τὴν Πυθίαν.</p><p rend="indent">δέονται δὴ παρὰ θεοῦ ἄκος. καὶ αὐτοῖς ἐκπίπτει χρησμὸς λέγων δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν τεθνεῶσιν ἐπάγειν ἀνὰ πᾶν ἔτος καὶ ἑορτὴν Χοὰς ἄγειν. καὶ ἐκ τούτου εὐθηνεῖτο τὰ τῆς Ἀττικῆς.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="74"><head rend="center" xml:lang="lat">De Hippia.</head><p rend="indent">οὗτος τῆς ἐς Ἀθηναίους ὀργῆς καὶ τῆς ὕστερον ὠμότητος προΐσχετο αἰτίαν τὸν Ἱππάρχου φασὶ θάνατον. καὶ πικρὸς ἐκ τούτων δεσπότης κάτω τοῦ <pb facs="deanimaliumantur02aeliuoft_0295"/> χρόνου γενόμενος, ὅμως οὐκ ἀπώνητο. ἤλασαν γοῦν οἱ Κεκροπίδαι αὐτόν. ὃ δὲ ἐκπεσὼν τῆς πατρίδος ἐπήγετο τοὺς Πέρσας συμμάχους, ὁρῶν ὃν εἶχεν ἔρωτα Δαρεῖος τῆς Ἀττικῆς, διὰ τὴν ἄτοπον ἐκείνην σπουδήν, ἵνα τὰ σῦκα τὰ Ἀττικὰ μὴ ἐν ἐλευθέρᾳ γῇ ἔτι ἀλλὰ δούλῃ γένηται τῇ ἐκείνου. ἰὼν μὲν οὖν ὅδε ὁ Ἱππίας ἐπὶ τὴν ἑαυτοῦ πατρίδα σὺν τοῖς Πέρσαις καὶ ἐξελίττων τοὺς βαρβάρους μέγα ἔπταρε, καὶ ἅτε γέρων ἤδη εἶχε τοὺς ὀδόντας κραδαινομένους. ἐκ τοίνυν τῆς βίας εἷς ὀδοὺς ἐξεκρούσθη, καὶ κατώλισθεν ἐς τὴν ψάμμον, καὶ εὑρεθῆναι ἀδύνατος ἦν. ἐπεὶ δὲ ἡττήθησαν οἱ βάρβαροι, φεύγων αὖθις ἐς Λῆμνον ἀφικνεῖται, καὶ κάμνει νόσῳ, καὶ τὴν ὄψιν τυφλοῦται, αἵματος ἐπιρρεύσαντός οἱ διὰ τῶν ὀφθαλμῶν, καὶ ἀλγεινῶς ἀπέθανε, δίκας ταύτας δοὺς τῇ πατρίδι, ἐπεὶ τοὺς βαρβάρους ἦγεν ἐπὶ καταδουλώσει αὐτῆς, μηνῖσαί τε τοὺς πατρίους θεούς.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="75"><p rend="indent">αἵ τε νῆες, ἃς ἐπήξαντο ἐκ τῶν Ὀλυμπιακῶν ἀλσέων καὶ τοῦ χώρου τοῦ τῷ Διὶ κομῶντος, κατεσάπησαν.</p><p rend="indent">ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀνδριάντες.</p></div></div></body></text></TEI>