Epicureus aliquis Castorum simulacris illudit. εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὲ τὰς θρυλουμένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τούτων γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν. εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους, καὶ παντελῶς ἀφανίζεσθαι ἐς ἀτόμους, φέρεσθαι δὲ εἰκῆ τὰ πάντα καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα· εἶτα ὁ ** πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν. ** εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων. λιπαροῦντος οἰκτρῶς καὶ σὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιιδεῖν παθόντα. πρὸς δὲ τὸ θεῖον λιπαρὴς ἦν καὶ ἔκθυμος, ὡς θαμὰ αὐτῷ προσιέναι. ὃ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγε. ἐχλεύαζεν αὐτούς, ὡς ἐκ τῆς λιπαρίας τῆς τοσῆσδε πλέον ἔχειν οὐδέν. ὃ δὲ ἐτώθαζε τοῦ θεοῦ τοὺς θεραπευτῆρας, λέγων ἐκ τῆς τοσαύτης λιπαρίας πλέον ἔχειν οὐδέν. παριὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θεραπευτῆρας καὶ ἐπετώθαζε. καὶ μέντοι καὶ Διοσκόρων ἦν ἀγάλματα δύο· νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειάς, ὅμοιοι τὸ εἶδος, καὶ χλαμύδα ἔχοντες ἐπὶ τῶν ὤμων ἐφημμένην ἑκάτερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα, καὶ λόγχας εἶχον παρεστώσας, ἐν αἷς ἠρείδοντο, ὃ μὲν κατὰ δεξιάν, ὃ δὲ κατὰ λαιάν. ὃ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκόρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστὼς ** καὶ πληγεὶς καιρίως ἐξέγρετο. De sculptore nefario. ὃ δὲ λιθουργῷ χειρουργίας τεχνίτῃ δίδωσι χρυσίον, ὅσον συνέβη. καὶ δίδωσιν ἀργύριον, ἵνα ἐκπονήσῃ τὸ ἄγαλμα ἄκρας τέχνης, προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν τῆς λίθου τὴν φύσιν. ὃ δὲ πρὸς τὸ κέρδος ἀπιδὼν καὶ τυφλώττων πρὸς τὸ εὐσεβές, ἀπρόσωπον μὲν ὅσα ἰδεῖν, μικρὸν δὲ τὸ μέγεθος, λίθου δὲ μὴ κεκριμένης τὸ ἄγαλμα ποιεῖ. ὃ δὲ χρόνῳ ὕστερον ἐφωράθη τῷ πάντα ἐκκαλύπτοντι καὶ ἀπαληθεύοντι. ὑπὲρ τοῦ κέρδους ὁ κακοδαίμων τὴν πήρωσιν ἀλλαξάμενος· καὶ ἦν παράδειγμα καὶ παίδευμα πᾶσιν, ὥστε μὴ τολμᾶν μηδὲ κερδαίνειν παραπλήσια. Phoenix Syracusanus Simonidis sepulcrum diruit. ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκοροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο καλέσαντες ἔξω τοῦ ἀνδρῶνος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν. Ἀκραγαντίνων στρατηγὸς ἦν ὄνομα Φοῖνιξ· Συρακοσίοις δὲ ἐπολέμουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύργον. καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν ποιητὴν οὐδὲ τὸ γράμμα ᾐδέσθη τὸ λέγον μ’ υἷα Λεωπρέπεος κεῖσθαι Κήιον ἄνδρα. κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κρανωνίων αἴας ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς. οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνησις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα κηδεμόνας καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν. De Syrphace Ephesiorum tyranno. ὁ δὲ Σύρφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα, ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς· οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύρφακα, ἐς τὸν τριακοντώποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω. ἐς ὃν μετέωρον ἀράμενοι τὸν Σύρφακα ῥιπτοῦσι κάτω, οἳ μὲν πυγμαῖς, κορύναις δὲ ἄλλοι, λίθων γε μὴν τῶν ἐν ποσὶν ἀμυνόμενοι πολλοί, οἳ δὲ ὅ τι παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν ἀπορραγῆναι τὴν ἐπάρατον αὐτοῦ ψυχὴν κατηνάγκασαν. Barbari urbem oppugnantes subita tempestate pereunt. ὃ δὲ θᾶττον ἢ βάδην τήν τε κεφαλὴν ἐπισείων καὶ βαρβαρικῶς τινα ἐπιφθεγγόμενος, ὅσα τῆς τε φωνῆς τῷ ἐντόνῳ καὶ τοῦ βαδίσματος τῷ σεσοβημένῳ εἰκάσαι, ἐπαπειλῶν. εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί. ἀδοκήτου χειμῶνος καταρρήγνυται πλῆθος ἄμαχον. ἐμπιπτόντων ὑετῶν καὶ χάλαζα ἰσχυρὰ ἐπέρρευσε, καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν, καὶ διὰ πάσης ἡμέρας σκότος ἦν βαθύτατος· καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν. ἀνεσταύρωτο δὲ ὁ πολιορκῶν, καὶ ἐς τοῦτό οἱ τὸ τοῦ χειμῶνος τοῦ μὴ καθ’ ὥραν ἀπαντήσαντος τὸ τέλος ὡρμίσατο.