<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="51"><head rend="center" xml:lang="lat">Aegineta aliquis in ipso templi Cereris limine manibus truncatus.</head><p rend="indent">καὶ φέρονται οἱ πλούσιοι τὸ πλέον, συλλαβόντες δὲ τῶν δημοτῶν εἰς ψ′ δήσαντες ἄγουσιν.</p><p rend="indent">τῶν δὲ δεσμωτῶν εἷς ἀπορρήξας τὰ δεσμὰ καὶ διεκδὺς εἶτα καταφεύγει ἐπὶ τὰ τῆς Δήμητρος πρόθυρα.</p><pb facs="deanimaliumantur02aeliuoft_0281"/><p rend="indent">ὃ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις, καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο. ἐπεὶ δὲ ἀποσπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="52"><head rend="center" xml:lang="lat">De Iasonis Pheraei morte.</head><p rend="indent">ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο.</p><p rend="indent">ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν· αὐτῷ γὰρ εἶναι διὰ φροντίδος.</p><p rend="indent">οἳ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν. καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="53"><head rend="center" xml:lang="lat">De Sulla templi Alalcomenarum direptore.</head><p rend="indent">Ἀλαλκομεναὶ πόλις ἐστὶ καὶ ἀκούω αὐτὴν μήτ’ ἐφ’ ὑψηλοῦ κεῖσθαι καὶ ἀπιθοῦς λόφου, μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποστέγειν καὶ ἀναστέλλειν τοὺς πολεμίους κατὰ τὸ καρτερόν.</p><p rend="indent">ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπωνυμίαν λαβεῖν Εὐτυχής.</p><p rend="indent">τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασιν κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις; </p><p rend="indent">οὐ μὴν ἀπώνητο οὐδέν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἳ μὲν εὐλαῖς, οἳ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν.</p><p rend="indent">ὃ δὲ φθειρσὶν ἐκζέσας ἐσθιόμενός τε καὶ κατὰ μικρὰ λειβόμενος ἀποθνήσκει.</p></div><pb facs="deanimaliumantur02aeliuoft_0282"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="54"><head rend="center" xml:lang="lat">De Branchidarum interitu.</head><p rend="indent">ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προύδοσαν, καὶ ἐσυλήθη τὰ ἀναθήματα πάμπλειστα ὄντα. δεδιότες οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄστει τιμωρίαν, δέονται Ξέρξου μισθὸν λαβεῖν τῆς κακίστης ἐκείνης προδοσίας μετοικισθῆναι ἐν χώρῳ τινὶ Ἀσιανῷ. ὃ δὲ πείθεται καὶ ἀνθ’ ὧν εἶχε κακῶς καὶ ἀσεβῶς, ἔδωκεν αὐτοῖς οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήσεσθαι τῆς Ἑλλάδος ἔτι, ἀλλ’ ἔξω τοῦ δέους ἔσεσθαι τοῦ κατειληφότος αὐτοί τε καὶ τὸ ἐκείνων γένος. κᾆτα λαχόντες δὴ τὸν χῶρον, ἐν οἰωνοῖς οὐδαμῆ χρηστοῖς πόλιν ἐγείρουσι, καὶ τίθενται Βραγχίδας ὄνομα αὐτῇ, καὶ ᾤοντο μὴ μόνους ἀποδρᾶναι Μιλησίους, ἀλλὰ καὶ τὴν Δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια. Ἀλέξανδρος γὰρ ὅτε τὸν Δαρεῖον νικήσας τῆς Περσῶν ἀρχῆς ἐγκρατὴς ἐγένετο, ἀκούσας τὰ τολμηθέντα καὶ μισήσας αὐτῶν τὴν τοῦ γένους διαδοχὴν ἀπέκτεινε πάντας, κακοὺς εἶναι κρίνων τοὺς τῶν κακῶν ἐκγόνους καὶ τὴν ψευδώνυμον πόλιν κατέσκαψε, καὶ ἠφανίσθησαν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="55"><head rend="center" xml:lang="lat">De Cleopatra.</head><p rend="indent">Κλεοπάτρα, ἐς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή.</p><p rend="indent">ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν.</p><pb facs="deanimaliumantur02aeliuoft_0283"/><p rend="indent">ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει.</p><p rend="indent">ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.</p></div></div></body></text></TEI>