<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="41"><head rend="center" xml:lang="lat">De Nicanore.</head><p rend="indent">ὁ δὲ Νικάνωρ πολλάκις ἐνόσησε, καὶ ἀνέρρωσεν αὐτὸν ὁ θεός· ἐπεὶ δὲ ἐγκρατὴς γένοιτο ἑαυτοῦ καὶ τῆς ὑγιείας, τοῦ σωτῆρος οὐδεμίαν ὤραν ἐτίθετο. ἔλεγε δὲ ὁ λεωργὸς τῶν φθανουσῶν ἰάσεων τύχῃ μᾶλλον ἢ βουλήσει θεοῦ ἐγκρατὴς γεγονέναι.</p><p rend="indent">ἐν ἀκμῇ δὲ ὢν τῆς τότε ὀδύνης καὶ ὧν ἤλγει, οὐκ ᾔδει τὴν ὁδὸν τὴν πορεύουσαν ἐς αὐτοῦ. εἰ δέ τινα καὶ θῦσαι ἐξ ἐνυπνίου ἐκελεύετο, καὶ τούτων ὀλίγωρος ἦν, φύσει τε ἀμαθὴς ὢν καὶ φιλοχρήματος.</p><p rend="indent">ἐπεὶ δὲ ἦν οἱ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι <pb facs="deanimaliumantur02aeliuoft_0275"/> καὶ ἐπικουρίας τῆς ἐκ θνητῶν συμμάχων δυνατώτερον, ῥήγνυσι φωνὴν ἱκέτιν, ἐξ αὐτῆς ἐκβιασθεὶς τῆς ὀδύνης, καλεῖ τε Ἀπόλλωνα ὑπὸ πολλοῖς τοῖς δακρύοις.</p><p rend="indent">ὁ δὲ Ἀπόλλων κελεύει τὸν μὲν ἀποδόσθαι τῷ Νικάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν. ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προσεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυσίου προστιθέντα, ἕως ἂν ἀπειπὼν δῷ ὅσον ἂν αἰτηθεὶς τύχῃ τῇ ἐπὶ πάσαις φωνῇ.</p><p rend="indent">ὁ δὲ Ἀπόλλων κελεύει ἀποδόσθαι τῷ Νικάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν καὶ τέφραν ἐργάσασθαι, καὶ βρέξαντα τῷ τῆς Μαρείας λίμνης ὕδατι ἐπιπλάσαι τοὺς ὀφθαλμούς.</p><p rend="indent">ὃ δὲ ἀκούει τὸν Ἀπόλλωνα ὀρθαῖς ἀκοαῖς.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="42"><p rend="indent">ὃ δὲ ἀνέβλεψέ τε καὶ ἔφη ὅτι βιώσιμος εἴη.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="43"><p rend="indent">ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερρεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν.</p><p rend="indent">μυστηρίων τελουμένων τοῖν θεοῖν, ἀτέλεστος μὲν ἄνθρωπος ἀνόσιος δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺς νόμους, ἀλλὰ δοῦναι πολυπραγμοσύνης δυστυχοῦς ἀρρωστήματι χάριν. καὶ ἐπί τινος ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα. ἐκ γάρ τοι τοῦ λίθου κατώλισθε, καὶ βιαίᾳ τῇ πληγῇ περιπεσὼν ἀπέθανεν.</p><p rend="indent">οὐ γάρ τί που παραπλήσιον ἢ μυστηρίων ἱστορίαν ἢ τὴν Περσεφόνην ἐθελῆσαι ἁρπάσαι αὐτήν.</p></div><pb facs="deanimaliumantur02aeliuoft_0276"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="44"><head rend="center" xml:lang="lat">Battus mysteria violat.</head><p rend="indent">ὅτι Βάττος ὁ Κυρήνην κτίσας τῆς Θεσμοφόρου τὰ μυστήρια ἐγλίχετο μαθεῖν, καὶ προσῆγε βίαν λίχνοις ὀφθαλμοῖς χαριζόμενος.</p><p rend="indent">καὶ τὰ μὲν πρῶτα αἱ ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγκτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινόν, παρεῖχόν οἱ βλέπειν ταῦτα.</p><p rend="indent">μετὰ τῆς ἱερᾶς στολῆς ὅλαι τελούμεναι μυστικῶς σφάκτριαι καταλειφθεῖσαι. καὶ αἴρουσαι τὰ ξίφη γυμνὰ καὶ αὗται, καταπλέας ἔχουσαι τοῦ αἵματος τὰς χεῖρας καὶ τὰ πρόσωπα μέντοι (ἦσαν δὲ ἐκ τῶν ἱερείων χρισάμεναι), ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="45"><head rend="center" xml:lang="lat">Samothracum mysteria evulgata.</head><p rend="indent">ὃ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾴκων ὄργια· ὃς φωραθεὶς ἀπέδρα πρὸς τοὺς Κυζικηνούς.</p><p rend="indent">καὶ οἱ Σαμόθρᾳκες κηρύττουσι κήρυγμα, τὸν ζῶντα αὐτὸν ἀγαγόντα δύο τάλαντα ἔχειν.</p></div></div></body></text></TEI>