ὑπὲρ δὴ τούτων τί φατε οἱ τὴν πρόνοιαν ἀλᾶσθαι καὶ μῦθον ἄλλως εἶναι λέγοντες. πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες ; ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε. τῶν μέν τινες αἱμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν. Hircus Mendesius ab Ocho occiditur. τὸν ἐν Μένδῃ τράγον Πανὸς ἱερὸν κατέθυσέ τε καὶ σκευνάσας ποικίλως ταύτην ὁ δυστυχὴς ἄρα τὴν δαῖτα ἄσατο, Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποσπάσας γαμετῶν καὶ τέκνων ἐς Πέρσας ἤγαγεν ἀνοίκτως. ὃ δὲ ἐς Πέρσας ἤγαγεν αὐτούς, κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς.