λογισμὸς δὲ αὐτὸν ἐκεῖνος κατέσπερχεν, ἀνθρώπους ἀκολάστους φύσιν τοὺς Τυρρηνούς, πολεμίων ἔφοδον μηδαμῆ μηδαμῶς ὑφορωμένους, ὑβρίζειν καὶ ῥᾳστωνεύειν. ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι. ἐγγὺς δὲ τοὺς ἐπιβουλεύοντας εἶναι Καύκωνάς τε καὶ Λέλεγας Ὁμηρικούς, Πελασγοὺς δὲ οὐδαμοῦ οὐδὲ δίους· εἰρήσθω γὰρ ἐν καιρῷ ἐμοὶ τόδε. κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν. τῆς ψυχῆς τὰ ἐλαττώματα κατηπίσταντο, εἴτε κραιπαλώδης τις εἴη καὶ μέθυσος, εἴτε φιλήδονος καὶ ἐν τοῖς αἰδοίοις ἔχων τὸν ἐγκέφαλον. De Lago. ὃς Ἀρσινόην ἔγημε τὴν Πτολεμαίου τοῦ Σωτῆρος μητέρα. τοῦτον δὲ τὸν Πτολεμαῖον οὐδέν οἱ προσῆ κοντα ἐξέθηκεν ἄρα ὁ Λάγος ἐπ’ ἀσπίδος χαλκῆς. διαρρεῖ δὲ λόγος ἐκ Μακεδονίας, ὃς λέγει ἀετὸν ἐπιφοιτῶντα καὶ τὰς πτέρυγας ὑποτείνοντα καὶ ἑαυτὸν αἰωροῦντα ἀποστέγειν αὐτοῦ καὶ τὴν ἄκρατον ἀκτῖνα καὶ ὅτε ὕοι τὸν πολὺν ὑετόν· τούς γε μὴν ἀγελαίους φοβεῖν ὄρνιθας, διασπᾶν δὲ ὄρτυγας, καὶ τὸ αἷμα αὐτῷ παρέχειν τροφὴν ὡς γάλα.