ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἔτρυχεν αὐτοὺς ἀλγεινότατα. καὶ ἐπὶ μᾶλλον ἐξήπτοντο ἐς ὀργήν, καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν. βιαζομένων δὲ αὐτῶν καὶ τὰς θύρας ἀναμοχλευόντων, δράκοντες ἄρα μέγιστοι τὸ μέγεθος ἀνέστελλον αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπαλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον. μήτε γὰρ εἶναι ποιητικός, μήτε μὴν μουσωθῆναι παιάνων καὶ ὕμνων ἐπιστήμονα σοφίαν. οἳ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν, οἷα δήπου λιτήν τινα θυσίαν ἐκ τῶν ἐνόντων καὶ παρόντων προσαχθεῖσαν αὐτοῖς ἐπαινοῦντες. τῷ γε μὴν πατρὶ ἐπαρωμένου ἐξώλειαν ἐπίπλαστον.