καὶ θάπτει τὸν νεκρόν, τοῖς χθονίοις θεοῖς ἀποδιδοὺς τῆς ἐκείνων λήξεως ἤδη. τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων τὸν ναυηγὸν θάπτει. ἰδὼν ναυηγοῦ σῶμα ἐρριμένον ἀκηδῶς καὶ ὀλιγώρως, παρελθεῖν οὐκ ἐτόλμησα, ἀλλὰ ἔθαψα τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῆ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεσμῷ. οὐκ ἠξίωσαν ταφῆς, ἣν ἡ ἀρχέγονος φύσις νομοθετεῖ. ἐνακμάζων. Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπηνέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πενόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώνουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις.