πάντα ὅσα ἔδρασεν ἀνεμάξατο τῇ ἑαυτοῦ κεφαλῇ. De Diopithe rhetore Atheniensi. καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥίι τωρ, Διοπείθης τὸ ὄνομα. καὶ ἐνέκειντο αὐτῷ, τὴν ἐξ αὐτοῦ προφέροντες καὶ προσείοντες ὡς εἰπεῖν Γοργόνα, καὶ τοῦτον κατεσίγασαν, τὴν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων, καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ ἐς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει προσείοντες Γοργόνα. καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσών, καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε· τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει. οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις ἐς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασι. κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτοῦ γεγενημένον ἐνστάτην δαίμονα. De Caligula. οὕτως ἐκαλεῖτο Γάιος ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδω ἐτρέφετο καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλίγων οὖν Καλιγόλαν αὐτὸν ὠνόμασαν. ἢ Καλιγόλας ὁ Γάιος, διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι, ὥς φησιν Αἰλιανὸς ἐν τῷ περὶ Θείων Ἐναργειῶν. Sequuntur incertae sedis fragmenta. quorum quae Aeliani nomine Suidas insignivit, diductis glossarum literis distinximus. ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ἄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον ἀδιάφθορον τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις μέμηλε κακὴ καὶ σχέτλια ἔργα. τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι· καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ, καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνίειν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτήν, καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα.