ὅτι Μάρκος Βῆρος, Ἀντωνίνου ἀδελφός, βασιλεὺς Ῥωμαίων, ἀδοκήτως διαφθείρεται, πλήθους ἰχῶρός τε καὶ πνεύματος ἐπισχόντος οἱ τὴν πνοήν· ὃ δὴ πάθος ἀποπληξίαν παῖδες ἰατρῶν ὀνομάζουσι. λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν ἐς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς. καὶ ὃ μὲν ἔξετρίβη πίτυος δίκην, ῥιφεὶς ἐς θάλατταν, καὶ δίδωσι δίκας αὐτῷ γένει. De Atalanta. αὐτοφυέστατον καὶ μὴ ἐπίπλαστον ἔχουσα κάλλος καὶ οἷον ἄν γένοιτο φιλοθήρου κόρης. στρατιώτης δὲ ἄρα τις ἐοικὼς κατεσχημένῳ ἐσεπήδησε, καὶ ἀνιχνεύσας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ἀχαρίτῳ νοσήματι τῷ θυμῷ χαριζόμενος, λύμαις ὅσαις ἐδύνατο παντοδαπαῖς τὸ σῶμα λυμηνάμενος. διέρρει δὲ φήμη λέγουσα καὶ εὐπατρίδην αὐτὸν εἶναι.