καὶ τὰς ἀλεκτορίδας δὲ αὐτὰς ἀπέκτειναν, τοῦ μὴ κελαδούσας καὶ ᾀδούσας ἐπὶ τοῖς ᾠοῖς μηνῦσαι τὸν μοιχόν. ἀλλ’ ὁ μὲν δράκων μεγέθει μέγιστος ὢν τῷ οὐραίῳ τὸν λέοντα κατῃκίζετο, ὁ δὲ λέων ἤλγει μὲν καὶ τῇ ἀλκαίᾳ πρὸς ἄμυναν διηγείρετο. ὃ δὲ ἀκούει ταῦτα, καὶ μὴ ὢν ἀμαθὴς οἰωνῶν, τὸν παῖδα ἐπανάγει καὶ ἐκτρέφει ὡς γνήσιον. καί ποτε ἀγῶνα ἐπιτελοῦντες τούτω τὼ μειρακίω, ἐς ἅμιλλαν ἀκοντίσεως ἀποδυσαμένω, εἶτα μέντοι τῆς σπουδῆς θερμότερον ὑπεπλήσθησαν· καί πως ὁ Ἀργέου υἱὸς ἀλλαχόσε βουλόμενος βαλεῖν τἀδελφοῦ δυστυχῶς τῶν στέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστελλε τοῦ ἀδικεῖν πατρικῇ ναὶ μὰ τὸν ὁ γενναῖος τῇ παρρησίᾳ.