ὃ δὲ τῆς θεοσυλίας τε καὶ ἀθέσμου χρηματίσεως διαφθαρεὶς τὸν μισθὸν ἠνέγκατο τοῦτον πικρότατόν τε καὶ πρεπωδέστατον. Σόλων ὁ Ἀθηναῖος Ἐξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξαι αὐτόν. ἑρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο σπουδάσειεν, ὃ δὲ ἔφη ἵνα μαθὼν αὐτὸ ἀποθάνω. λόγος ἔχει Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα σπουδάσαι τὰ οὐράνια. ταῦτά τοι καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει, αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον. Eustathius in Od. τ , p. 1870. Τῶν δ’ ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον, καὶ ἐς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται. λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν.