καὶ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες ἐς τὸ θέατρον καλοῦσι τὸ πλῆθος, καὶ ἐκεῖνον παράγουσι καὶ στρεβλοῦσιν· ὃ δὲ στρεβλούμενος καὶ κατατεινόμενος τἀληθῆ λέγει, καὶ πυρὶ παραδίδοται. ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγγενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσι. τιμησαίμην τὸν βίον πάντα τριτημορίου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας. οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἴνου πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὴν ἄνθρωπον ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν διανύσω. ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τιμᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πιοῦσα οἴνου· καὶ τὸν βίον ἡ γενναία κατέστρεψε πράως καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι. υἱῶσαι τὸν παῖδα. υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή.