Eustathius in Il. δ , p. 495. Ἔρρεε δακρύοις ὁ ὀφθαλμός. ὅπερ ἐν τῷ περὶ Προνοίας φησὶν Αἰλιανός. Eustathius in Il. ζ , p. 657. Σημείωσαι δὲ ὅτι ἐν τεῦθεν παρέξεσται ὁ χρησμὸς ὁ παρὰ τῷ Αἰλιανῷ ἐν τῷ περὶ Προνοίας λέγων οὕτω μοῖραν μὲν θνητοῖσιν ἀμήχανον ἐξαλέασθαι, ἣν ἐπὶ γεινομένοισι πατὴρ Ζεὺς ἐγγυάλιξεν. Eustathius in Il. κ , p. 797. Τὸ δὲ δυσωρεῖν παρῆκται μὲν ὁμοίως τῷ ἀρκυωρεῖν, ὃ ἐν τοῖς περὶ Προνοίας κεῖται παρὰ τῷ Αἰλιανῷ. Eustathius in Dionys. 453. Αἰλιανὸς ἐν τοῖς περὶ Προνοίας φησὶν ὅτι ἐν Γαδείροις βωμὸς Ἐνιαυτῷ ἵδρυται καὶ Μηνὶ ἄλλος ἐς τιμὴν Χρόνου βραχυτέρου τε καὶ μακροτέρου. ἔστι δὲ καὶ Γήρως φησὶν ἱερὸν τοῖς ἐκεῖ τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά, καὶ Θανάτου ἄλλο ἐς γέρας τῇ κοινῇ ἀναπαυλῇ, ἤγουν τῷ τελευταίῳ ὅρμῳ. καὶ βωμὸς δέ φησι παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχνης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν ἐς ἄκος ἐκείνης. Ioannes Siceliota Scholl. in Hermog. in Walzii Rhett. T. VI p. 229. Αἰλιανοῦ τινος ἐν τῷ περὶ Δαιμόνων προνοίας γράφοντος ἐπὶ τῆς ἀληθείας ἀνατροπῇ, καὶ Σμυρναίου Πολέμωνος, οἳ βαθιστείσας πόλεις λέγουσι συγχορεύειν ταῖς Μούσαις.