ἐρυμβόνα τὰ τιμιώτατα ἐς ἀσωτίαν ἀφειδεστάτην. Eustathius in Dionys. 1134. ἀπὸ τούτου δὲ καὶ τὰς κινήσεις ὁ Ἀπολλώνιος ῥυμβόνας καλεῖ· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἄπορος λέξις τὸ ἐρυμβόνα ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχήν, ἐν οἷς λέγει ὅτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίας ἐρυμβόνα τὰ τιμιώτατα. ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας. ὃ δὲ Αἰνείας τὸν πατέρα ἐπιθέμενος τοῖς ὥμοις ἐξῆγε φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωίνης ἄντικρυς τοῦτο δράσασα. εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν.