De M. Apicii liberalitate. Μάρκος Ἀπίκιος Ῥωμαῖος ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντιφήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι. ἐν αὐτῷ ἑστιῶν ὁσημέραι (καὶ γὰρ ἔζη φασὶ τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρατεστέροις) καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συννεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν οὐ καταβαλεῖς φησι τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρότερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις De Antonio Saturnino. ὅτι Ἀντώνιος Σατορνῖνος, ἐπίρρητος καὶ βδελυρός, παρὰ Οὐεσπασιανοῦ ἐς τὴν βουλὴν ἐνεγράφη, ὐεσπασιανοῦ σοφισαμένου γελοιότατα τοῦτο· ἀξιώσει γὰρ αὐτὸν περιέβαλε, κακίᾳ δούς, ἀκερδὲς μὲν σεμνὸν δ’ ὅμως τόδε τὸ ἆθλον. βιώσας βίον ἐπίρρητον καὶ βδελυρὸν οὐδεμίαν ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν. De clade Cannensi. ὁ δὲ Σερουίλιος πολλὰ καὶ ἀτάσθαλα ἐθρασύνετο κατὰ τοῦ Παύλου. τοσοῦτον ἄρα αὐτοῖς ἀπήντησε τὸ πταῖσμα. Capitolium ab anseribus servatum. καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος· καὶ συνέβαλον μὴ ἄπορον εἶναι ἀλλ’ ἐπιβατόν. De Cleandro Commodi liberto. ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ, καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα. ἵνα τὸν τῶν κακῶν αἴτιον καὶ λευστῆρα ἀφανίσωσι.