<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="106"><head rend="center" xml:lang="lat">Homo libidinosus a Serapide sanatus.</head><p rend="indent">ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθεμένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ <pb facs="deanimaliumantur02aeliuoft_0310"/> οὐδὲν οὐδέποτε λέγοντι ὑγιές, καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρρητον.</p><p rend="indent">καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο, ὡς τὰ αὐτοῦ διαδεξόμενοι· ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον τὸν ἐς ἑταίρας καὶ πότους προῃρημένῳ.</p><p rend="indent">καὶ ἄλλος αὐτοῦ παλλακίδι ἐπιμανεὶς ὡς ἤδη θεραπαίνῃ τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵ γε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους, καὶ πρὸ πάντων Σάραπιν.</p><p rend="indent">ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀποφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ.</p><p rend="indent">καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς.</p><p rend="indent">ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου.</p><p rend="indent">ὃ δὲ τἄλλα ὢν ἀνόσιος τοῦτο γοῦν πείθεται τῷ θεῷ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="107"><head rend="center" xml:lang="lat">De Albio Antonii parasito.</head><p rend="indent">διώνυμοι κόλακες καὶ κεκηρυγμένοι περιηχοῦσιν ἡμᾶς, Κλείσοφοί τε καὶ Στρουθίαι καὶ Θήρωνες, καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν, καὶ οἱ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα. <pb facs="deanimaliumantur02aeliuoft_0311"/> Ἄλβιος ἐς τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="108"><head rend="center" xml:lang="lat">De Iortio Maecenatis parasito.</head><p rend="indent">ἐπεὶ οἱ Ἕλληνες Κλεισόφους τε ᾄδουσι καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας ἐς κόρον καὶ δεινοὺς γαστέρα δέ. φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρασίτου μνημονεύσαντες ἡμεδαποῦ.</p><p rend="indent">Ἰόρτιόν τε καὶ τοῦτον θῶπα ἰσχυρὸν ὑμνοῦσι. πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὲ τοῖς ἄρα καὶ ἐκεῖνο. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος. καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης <q rend="single">ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής.</q> ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="109"><head rend="center" xml:lang="lat">De Iunio parasito.</head><p rend="indent">Ἰούνιος ὄνομα, ἐς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας ἐς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν <pb facs="deanimaliumantur02aeliuoft_0312"/> ἀπειροκαλίᾳ. ὃς ἔνειμε τὴν γαστέρα ταῖς τρισὶ τραπέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τινὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="110"><head rend="center" xml:lang="lat">De M. Apicio et amicis.</head><p rend="indent">Ἀπίκιος Μάρκος, οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀσωτίᾳ καὶ πολυτελεία καὶ ῥᾳστωνεύσει βίου καὶ κακοδαιμοσύνῃ λοιπῇ. ὑπάτω δὲ ἤστην Ἰούνιος Βλαῖσος καὶ Λεύκιος. ὁ τοίνυν Βλαῖσος, ἐπὶ τὴν θοίνην κληθείς, οἷον ἐφολκίδα ἄκλητον ἐπάγεται Ἀσκώνιον Πεδιανόν. ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας, καὶ ἔδει τὸν Ἀπίκιον καὶ φίλοις καὶ ἀγνῶσι τὴν οὐσίαν ῥίπτειν τὴν ἑαυτοῦ. πέπυσμαι δὴ ἐν τῷδε τῷ συνδείπνῳ γενέσθαι καὶ Ἰσίδωρον ὄνομα, τῶν ἐκ παλαίστρας κατατριβέντων, ἄνδρα παλαιὸν μὲν ἤδη καὶ πολὺν τῷ χρόνῳ, ἓν δὲ καὶ ἐνενήκοντα ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰς πλευράς, γενναῖον δὲ τὼ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺν καὶ ἀκούειν ῥᾷστα, ὡς μὴ ἂν πιστεύειν πέρα ἑξήκοντα ἐτῶν εἶναι αὐτόν· σκύφων δὲ πιτύλοις ἁμιλλᾶσθαι διαπίνοντα πρὸς τοὺς νέους, καὶ μέντοι καὶ ὑπὲρ πολυδαισίας καὶ πολυποσίας ἐρίσαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φασιν αὐτόν· ἀπελθεῖν γὰρ τοῦ συνδείπνου θᾶττον. γέροντες δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιστρικῇ καὶ μέντοι καὶ Ἰούνιος Βλαῖσος. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γεγόνει ἑξήκοντα, φασί. μακρὸν δὲ τὴν ζωὴν γενέσθαι πέπυσμαι Σερουίλιον ὕπατον· ἔτεσι γὰρ τοῖς ἐνενήκοντα ὁμοῦ τε ἐβίωσε <pb facs="deanimaliumantur02aeliuoft_0313"/> καὶ πάντα, ὡς λόγος, τὰ τοῦ σώματος ἀπαθὴς ἦν, καὶ μέντοι καὶ διεσώσατο τὰς αἰσθήσεις ἁπάσας εὐμοιρίᾳ ἀξιοζήλῳ τε καὶ σοβαρᾷ.</p></div></div></body></text></TEI>