Κάλλαρος Καλλικλεῖ. καὶ ποῖ τις ἀποτρέψει τὸ ῥεῦμα, εἰ μήτε ἐς τὴν ὁδὸν ἐμβαλεῖ μήτε ἐς τὴν τῶν γειτόνων διαβήσεται; οὐ γὰρ δήπου κελεύσεις ἡμᾶς ἐκπιεῖν αὐτό. πάλαι μὲν οὖν λέλεκται κακὸν εἶναι γείτων κακός, πεπίστευται δὲ νῦν οὐχ ἥκιστα ἐπὶ σοῦ. ἀλλʼ οὐδέν σοι πλέον τῆς βίας· οὐ γὰρ ἀποδωσόμεθά σοι τὸ χωρίον, δικάσεται δὲ πρότερον ὑπὲρ τούτων πρός σε ὁ δεσπότης, ἐάνπερ τὴν διάνοιαν ὑγιαίνῃ. Δερκύλλος Ὀπώρᾳ. οὐχ ὅτι καλὴ λέγεις εἶναι οὐδʼ ὅτι πολλοὺς ἐραστὰς λέγεις ἔχειν, διὰ τοῦτο ἐπαινῶ σε· ἴσως μὲν γάρ σε ἐκεῖνοι διὰ τὸ εἶδος θαυμάζουσιν, ἐμὲ δὲ ἀρέσκεις διὰ τὸ ὄνομα, καί σε οὕτως ὡς καὶ τὴν γῆν τὴν πατρῴαν ἐπαινῶ, καὶ τεθαύμακα τὸν οὕτω σε καλέσαντα τῆς ἐπινοίας, ἵνα μὴ μόνοι σε περιμαίνωνται δηλονότι οἱ ἐν τῇ πόλει, ἀλλὰ γὰρ καὶ ἀγροῖκος λεώς. τῆς ὀπώρας οὖν καταπειράσας τί ἀδικῶ; ἐπεὶ τά τε ἄλλα καὶ ἐφολκὸν ἐς ἔρωτα τὸ ὄνομα, καὶ ταῦτα ἀνδρὶ γεωργίᾳ ζῶντι. ἀπέστειλα οὖν σοι τῆς ὁμωνύμου τῆς ἐν ἀγρῷ σῦκα καὶ βότρυς καὶ τρύγα ἀπὸ ληνῶν· ἦρος δὲ ἀποπέμψω καὶ ῥόδα, τὴν ἐκ τῶν λειμώνων ὀπώραν. Ὀπώρα Δερκύλλῳ. σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ ἀξιῶ πρός με ὡραΐζεσθαι. καλὰ γάρ σου τὰ δῶρα ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεότητα· πίοι δʼ ἂν ἡ Φρυγία αὐτόν· ἐγὼ δὲ Λέσβιον πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι· ὀπώραν δὲ ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν ἐστί. κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ οὖν καὶ αὐτὴ νοῶ. τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον· παιδεύει γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ ἔοικεν. ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν προσῆκόν ἐστιν ἀνταπολαμβάνειν· ἐὰν δὲ ἀπορρεύσῃ, τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον ἢ δένδρον καρπῶν ἅμα καὶ φύλλων γυμνόν; καίτοιγε ἐκείνοις μὲν ἡ φύσις δίδωσιν ἀναθῆλαι· ἑταίρας δὲ ὀπώρα μία. δεῖ τοίνυν ἐντεῦθεν ταμιεύεσθαι πρὸς τὸ γῆρας. Χρέμης Παρμένωνι. ὀψὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς, παιδεύων με ἀποδιδράσκειν τὰς ἑταίρας· λαβεῖν γὰρ κεχήνασι καὶ προσποιοῦνται φιλεῖν καὶ ἀποκλείουσι συνεχῶς καὶ τὸ πάντων μοι βαρύτατον πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διακορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκκίζονται καὶ θρύπτονται, εἶτα μιστυλῶνται πάλιν, καὶ λάθρᾳ μὲν ἀλοῶσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστῆρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὡραΐζονται. ἐγὼ δὲ κατὰ χειρὸς ποιῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη  ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν. ἐμέλλησα δʼ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς. ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με· Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ. Φιλέριφος Σιμύλῳ. πέπυσμαί σου τὸν ὗν εἶναι λάγνην. τί οὖν αὐτὸν οὐ βίᾳ συλλαβὼν τομίαν εἰργάσω, ὥσπερ εἰώθαμεν τοὺς τράγους ἡμεῖς; τοῦτο γάρ τοι καὶ τὰ ζῷα ἀναπείθει ἡσυχίαν τε ἔχειν καὶ σωφρονεῖν εὖ μάλα. εἰμὶ δὲ ἐγὼ περὶ ταῦτα δήπου δεινός· ἀποφανῶ γὰρ παραχρῆμα ὁλόκληρον, σάξας ἁλῶν καὶ ἐπαλείψας πίτταν· εἶτα ὑγιεινότερος ἔσται Κρότωνος δήπου καὶ κολοκύντης, καὶ ἐρῶν παύσεται καὶ ἐπιτρίβων σοι τὴν οὐσίαν. ἐνόρχην δὲ ἀκόλαστον ὑγιαίνων τρέφοι τίς ἄν;