Κνήμων Καλλιππίδῃ. ἵνα σοι καὶ λοιδορήσωμαι ταῦτʼ ἀντεπιστέλλω καὶ ἀφῶ τι τῆς ὀργῆς ἐς σέ· μάλιστα γὰρ ἐδεόμην παρόντος, ἵνα σου καὶ αὐτόχειρ γένωμαι. τί γάρ με διαφθεῖραι γλίχῃ, τί δὲ σπεύδεις ἀπολέσαι με ἐς ἑστίασιν καὶ θοίνην παρακαλῶν; πρῶτον μὲν γὰρ τὸ πολλοὺς ὁρᾶν καὶ συνεῖναι πολλοῖς δεινῶς πέφρικα· φεύγω δὲ κοινὴν θυσίαν ὡς οἱ δειλοὶ τοὺς πολεμίους· ὑφορῶμαι δὲ καὶ τὸν οἶνον ὡς ἐπιβουλεῦσαι καὶ ἐπιθέσθαι γνώμῃ δεινῶς καρτερόν, τοὺς δὲ θεοὺς τούς τε ἄλλους καὶ τὸν Πᾶνα ἀσπάζομαί τε καὶ προσαγορεύω παριὼν μόνον, θύω δὲ οὐδέν, οὐδὲ γὰρ αὐτοὺς ἐνοχλεῖν ἐθέλω. σὺ δέ μοι καὶ αὐλητρίδας προσείεις καὶ ᾠδάς, ὦ καταγέλαστε. ἐπὶ μὲν δὴ τούτοις καινῶς οὐχ ἁψαίμην σου· καλὰ δέ σου κἀκεῖνα, ὀρχήσασθαι καὶ ὁμιλῆσαι κόρῃ θερμότατα. σὺ μέν μοι δοκεῖς κἂν ἐς πῦρ ἅλασθαι κἂν ἐς μαχαίρας κυβιστῆσαι, ἐμοὶ δὲ μήτε θύων εἴης φίλος μήτε ἄλλως. Δερκύλλος Αἰσχρέᾳ. οὐκ ἐγὼ ἔλεγον ὅτι Πλοῦτον ὁρῶντα ὀξὺ καὶ οὐ τυφλὸν ἀνεῦρες, καὶ καταγελᾷς μου καὶ τῆς γῆς καὶ τῆς Τύχης, ἐπεὶ τῶν χρηστῶν καὶ ἐπιμέλειαν τίθεται; σὺ γοῦν ἀπεδείξω τῶν εὐδαιμόνων ἐκείνων εἷς ὤν, οὓς ἐπὶ Κρόνου φασὶν ἐκ τῆς γῆς αὐτόματα ἔχειν πάντα καὶ κοινωνίαν ἐν αὐτοῖς ἄφθονον πολιτεύεσθαι καὶ ἀφέλειαν τρόπου καὶ ἕνα οἶκον οἰκεῖν τὸν ὑπʼ οὐρανῷ τόπον πάντα. Πλουτήσαντι γοῦν σοι τίς οὕτω φιλόμωμος ἢ κακός, ὡς ἄχθεσθαι καὶ ζηλότυπα νοεῖν; μήπω τοσαύτης κακίας ἀναπλησθείη γεωργῶν ἤθη, ὡς ζηλοτυπεῖν τε ἐς πλοῦτον καὶ ὑπὲρ χρημάτων φρονεῖν. ἐς ἀγρίας αἶγας τραπείη ταῦτα καὶ ἐς τοὺς ἐν δικαστηρίοις ῥήτορας. Δημύλος Βλεψίᾳ. γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις· ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ· γλισχρῶς τε καὶ κατʼ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς  ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν. χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρʼ ἑαυτῆς ἐλπίδας. Μορμίας Χρέμητι. ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον· ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων· αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης. καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην· μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατʼ ἐμοῦ μηχαναί. οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ· τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπʼ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ. Φαιδρίας Σθένωνι. φύεται μὲν ἐν τοῖς ἀγροῖς καλὰ πάντα, κεκόσμηταί τε ἡ γῆ τούτοις καὶ τρέφει πάντας· καὶ τὰ μέν ἐστι τῶν καρπῶν διετήσια, τὰ δὲ καὶ πρὸς ὀλίγον ἀντέχοντά ἐστι τρωκτὰ ὡραῖα· πάντων δὲ τούτων θεοὶ μὲν ποιηταί, ἡ γῆ δὲ μήτηρ ἅμα καὶ τροφὸς αὕτη. φύεται δὲ καὶ δικαιοσύνη καὶ σωφροσύνη, καὶ ταῦτα ἐν τοῖς ἀγροῖς δένδρων τὰ κάλλιστα καρπῶν τὰ χρησιμώτατα. μὴ τοίνυν γεωργῶν καταφρόνει· ἔστι γάρ τις καὶ ἐνταῦθα σοφία· γλώττῃ μὲν οὐ πεποικιλμένη οὐδὲ καλλωπιζομένη λόγων δυνάμει, σιγῶσα δὲ εὖ μάλα καὶ διʼ αὐτοῦ τοῦ βίου τὴν ἀρετὴν ὁμολογοῦσα. εἰ δὲ σοφώτερα ταῦτα ἐπέσταλταί σοι ἢ κατὰ τὴν τῶν ἀγρῶν χορηγίαν, μὴ θαυμάσῃς· οὐ γάρ ἐσμεν οὔτε Λίβυες οὔτε Λυδοὶ ἀλλʼ Ἀθηναῖοι γεωργοί. ¯